95
καὶ μάτην οἴεσθαι περὶ αὐτῶν τοιαῦτα διειληφέναι πάντων ἐστὶν ἀπιθανώτατον. Εἰ δ' ἀναδράμοι τίς ἐπὶ τοὺς τότε χρόνους τῇ διανοίᾳ, τί ἄρα ἐπινοήσειεν, ὁρῶν ἄνδρας ἀγροίκους καὶ τὸ σχῆμα λιτοὺς, αἰπολοὺς τινὰς καὶ ποιμένας, εἰς μέσον παντὸς τοῦ ἔθνους παριόντας, καὶ ὡς ἐκ προσώπου τοῦ Θεοῦ τινὰ λέγοντας, καὶ τάδε λέγει Κύριος ἀναβοωμένους, ἐπί τε βασιλέων καὶ παντὸς τοῦ λαοῦ μετὰ παραστήματος ἀκαταπλήκτου δημηγοροῦντας, καὶ σοφίαν ὑπὲρ ἄνθρωπον ἐνδεικνυμένους, τὴν καὶ εἰς ἔτι νῦν ἐν ταῖς προφητείαις 168 αὐτῶν φερομένην, μυρία τε ἄλλα δι' αἰνιγμάτων καὶ παραβολῶν ἀπόρρητα φιλοσοφοῦντας, ἠθικήν τε καὶ δογματικὴν τῇ Ἑβραίων φωνῇ διδασκαλίαν τῷ λαῷ παραδιδόντας, καὶ πρὸς ἐπὶ τούτοις τὸν βίον τοῖς λόγοις αὐτῶν κατάλληλον ἐνδεικνυμένους, καὶ τοῖς πᾶσιν ἀκολακεύτως ὁμιλοῦντας, εἰς πρόσωπόν τε τοὺς ἀσεβεῖς διελέγχοντας, ὡς καὶ ἐπιβουλεύεσθαι πρὸς αὐτῶν μέχρι θάνατον, ῥωμαλέῳ καὶ γεννικῷ παραστήματι τῷ ἀληθεῖ λόγῳ παρισταμένους. Ταῦτά τις εἰς νοῦν εὐγνωμόνως θέμενος, πῶς οὐκ ἂν ὁμολογήσειεν κατὰ θείαν ὡς ἀληθῶς ἐπίπνοιαν ταῦτα πάντα περὶ αὐτοὺς γεγονέναι; ∆ιὸ καὶ τότε θαυμάζεσθαι αὐτοὺς εἰκὸς ἦν παρὰ τοῖς ἔμφροσιν, καὶ τοὺς λόγους αὐτῶν ἀναγράπτους παρὰ τοῖς ἱερογραμματεῦσι φυλάττεσθαι, εἰς ἔτι τε νῦν παρ' ὅλῳ τῷ ἔθνει προφήτας γεγονέναι τοῦ Θεοῦ πιστεύεσθαι· ὃ καὶ ἐναργέστατα μάλιστα παρίστησιν ἡ ἡμετέρα περὶ τοῦ Χριστοῦ διάληψις, καθ' ἣν ἀποδείκνυμεν πᾶσαν τὴν κατ' αὐτὸν οἰκονομίαν γεγενημένην, τά τε περὶ τῆς διδασκαλίας αὐτοῦ, καὶ τῆς ἐξ ἁπάντων ἐθνῶν γενομένης δι' αὐτοῦ κλήσεως ἀκριβῶς προεγνῶσθαί τε καὶ πρὸ μυρίων ὅσων ἐτῶν τοῖς θεσπεσίοις ἐκείνοις ἀνδράσι προειρῆσθαι· ὧν τὰς ἱερὰς βίβλους Ἰουδαῖοι μᾶλλον ἂν ἡμῶν εἶεν ἀξιοπιστότεροι μετὰ πάσης σεβασμίου τιμῆς περιέποντές τε καὶ προφέροντες. Τούτων ἡμῖν χρησίμως προδιαληφθέντων ἐπὶ τὴν ὑπόθεσιν ὁδευτέον. 169 Ψ. Ἐκ τοῦ Ἡσαΐου. Αʹ. Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς περὶτῆς Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖςἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐρούσιν, ∆εῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. ∆εικνύτωσαν ἡμῖν οἱ τὴν περιτομὴν αὐχοῦντες, τίς ὁ νόμος καὶ ποταπὸς, καὶ τίσι δοθησόμενος ὁ ἐκ Σιὼν ἐξελεύσεσθαι προφητευόμενος· ἐκ γὰρ Σιὼν, φησὶν, ἐξελεύσεται νόμος, ἕτερος ὢν δῆλον ὅτι τοῦ ἐν τῇ ἐρήμῳ διὰ Μωσέως νόμου δεδομένου· τίς δὲ καὶ ὁ τοῦ Κυρίου λόγος, μηκέτι μὲν, κατὰ τὴν προφητείαν, μένων ἐν Ἱερουσαλὴμ, ἀλλ' ἐκ Σιὼν αὐτῆς, καὶ μεθιστάμενος ἐπὶ πάντα τὰ ἔθνη, μέλλων τε κρίνειν ἀνὰ μέσον τούτων, καὶ λαὸν ἐλέγχει ξει πολὺν, ὅτε καὶ εἰρήνης βαθυτάτης ἐγγενομένης τοῖς πρὸς τοῦ λόγου τοῦ Κυρίου κριθησομένοις ἔθνεσι, μεταβαλλόντες οἱ τῆς εἰρήνης ἠξιωμένοι τὰ πρότερον αὐτῶν πολεμικὰ σκεύη τῇ ἑαυτῶν κατὰ τὴν ψυχὴν γεωργίᾳ προσέξουσι τὸν νοῦν. Ἐκείνοις μὲν οὖν 170 οὐκ οἶδ' εἴ τίς ἐστιν πρὸς ταῦτα λόγος· ἡμῖν γε μὴν ὑγιῶς εἰς Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκόσι ῥᾳδίως ἔνεστιν πᾶσαν ἐξομαλίσαι τὴν προφητείαν, θείαν τε ὡς ἀληθῶς καὶ παράδοξον αὐτὴν ἐπιδεικνύναι, τῷ καὶ τέλος ἐσχηκέναι τὰ προφητευθέντα πιστεύειν, καὶ μὴ τῆς ἀληθείας ἐκπίπτειν, εἰς ἀτερματίστους ὑπερτιθεμένους χρόνους τῶν προφητειῶν τὰ ἀποτελέσματα. Φαμὲν γὰρ δὴ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ καὶ σωματικῶς ἐκ Σιὼν ἐξεληλυθέναι, κἀκεῖθεν πᾶσιν ἀνακεκηρύχθαι τοῖς ἔθνεσι, τὸν νόμον τῆς καινῆς διαθήκης, τὸν