95
Ζίχνα ἐν ἡμέραις δυσίν. νγʹ. Ἐν τούτοις δὲ τῶν πραγμάτων ὄντων, ἧκεν ἐκ Θεσσαλονίκης ὡς βασιλέα ὁ Φιλομμάτης ὑπὸ τῶν ἐκεῖ τὰ βασιλέως τοῦ νέου πραττόντων πεμφθεὶς, τά τε ἄλλα ἀπαγγέλλων ὡς ἔχει καλῶς, καὶ ὡς, εἰ νῦν ἀφίκοιτο, σὺν οὐδενὶ παραληψόμενος πόνῳ τὴν πόλιν. ἐπεὶ δὲ ἐπύθετο ὁ βασιλεὺς, τά τε ἀχθοφόρα τῶν ζώων καὶ τὰς ἀποσκευὰς καὶ στρατιωτῶν ὅσοι μὴ εὐπόρουν ἵππων εὐρώστων καὶ τὰ πολέμια ἀγαθῶν καταλέλοιπεν ἀπολεξάμενος ἐν Ζίχνα ἅμα Τζαμπλάκωνι τῷ μεγάλῳ παπίᾳ καί τισιν ἑτέροις ὀλίγοις· αὐτὸς δ' ἅμα δομεστίκῳ τῷ μεγάλῳ καὶ τοῖς λοιποῖς ἡγεμόσι τὴν ἀπολεχθεῖσαν στρατιὰν παραλαβὼν, ἔδοξεν ἐπὶ ∆ράμαν ὡς πολιορκήσων ἀπιέναι. ἐπεὶ δὲ ἐπεγένετο ἡ νὺξ, ἀναστρέψας ἀφ' ἧς ἐπορεύετο ὁδοῦ, ἤλαυνεν ἐπὶ Θεσσαλονίκην διὰ Στρυμόνος. καὶ διαβὰς τὸν ποταμὸν, κατὰ τὸ Μαρμάριον προσαγορευόμενον Μικρὸν ἐκέλευσε τὴν στρατιὰν τυχεῖν ἀναπαύλης καταβάντας ἀπὸ τῶν ἵππων. ἀναπαυσάμενοι δὲ εἴχοντο πάλιν τῆς αὐτῆς ὁδοῦ, καὶ τήν τε ἐπιοῦσαν καὶ τὴν νύκτα τὴν μετ' αὐτὴν ὁδεύσαντες, ἅμα ἕῳ κατὰ τὴν τρίτην ἦσαν ἐν Χορταίτου. τῇ προτεραίᾳ δὲ αὐτῆς φήμη τις διὰ Θεσσαλονίκης διῄει, ὡς βασιλεὺς ὁ νέος τό,τε Ζίχνα εἷλε προσχωρῆσαν, καὶ εἰς Φερὰς ἐλθὼν, τὴν ἐκ τῆς ἑσπέρας στρατιὰν ἅμα Τριβα 1.268 λοῖς τοῖς συμμάχοις ἐγκατέκλεισεν ἐντὸς τειχῶν, μηδὲ ἀντοφθαλμῆσαι δυνηθέντας· ἀναζεύξας δὲ πάλιν εἰς Ζίχνα, τόν τε παρακοιμώμενον Ἀπόκαυχον καὶ Ἀλέξιον τὸν Παλαιολόγον πέπομφεν ἐνταῦθα, πρόφασιν μὲν, ὡς πρὸς τὸν ἐπιτροπεύοντα Θεσσαλονίκης μέγαν στρατοπεδάρχην τὸν Χοῦμνον καὶ τὸν μητροπολίτην διαπρεσβευσομένους· τῇ δ' ἀληθείᾳ, τοῖς τὰ αὐτῶν πράττουσι κρύφα διαλεξομένους καὶ ἅμα κατασκοπεύσοντας, εἰ Θεσσαλονίκην ὑπαγαγέσθαι δυνατόν. παρὰ μὲν οὖν τῆς φήμης τοιαῦτα διεθρυλλεῖτο· πολλὰ δὲ ἀνερευνήσας ὁ Χοῦμνος ὥστε τὸν ἀπαγγείλαντα τὰ τοιαῦτα ἐξευρεῖν, οὐκ ἠδυνήθη. ὅμως δὲ ἐδόκει λυσιτελεῖν αὐτῷ τε καὶ μητροπολίτῃ, εἰς τὴν ὑστεραίαν εἰς Χορταίτου τὸν μητροπολίτην ἐλθόντα, τόν τε Παλαιολόγον Ἀλέξιον καὶ τὸν παρακοιμώμενον τὸν Ἀπόκαυχον, εἴγε ἀληθῆ τὰ περὶ αὐτῶν διαθρυλληθέντα εἴη, ὡς βασιλέα ἀναστρέφειν κελεύειν, ὡς οὐ συγχωρηθησομένης αὐτοῖς τῆς εἰς Θεσσαλονίκην εἰσόδου. εἰ δ' ἀπειθοῖεν καὶ βιάζοιντο τὴν ἄφιξιν, προαναφωνεῖν αὐτοῖς, ὡς εἱρχθήσονται ἐπιβουλεύοντες αὐτοῖς καὶ βουλόμενοι Θεσσαλονίκην ἀποστῆσαι βασιλέως. τοιαῦτα οἱ μὲν περὶ τῶν ἀκουσθέντων ἐβουλεύσαντο πράττειν. ἅμα δὲ ἕῳ εἰς τὴν ἐπιοῦσαν ὁ μητροπολίτης μὲν κατὰ τὸ σύνθημα τὴν εἰς Χορταίτου ᾔει· ὁ δέ γε Χοῦμνος ἅμα τοῖς ἀμφ' αὐτὸν τῆς προσαγορευομένης τῶν Ἀσωμάτων πύλης ἐξελθὼν, ὅ,τι ἂν ἀποβαίη ἵστατο ἀποσκοπῶν, καὶ ἡ πόλις πᾶσα μετέωρος πρὸς τὰς φήμας ἦν. τοῖς μέντοι δοκοῦσι τὰ βασιλέως τοῦ νέου 1.269 πράττειν προείρητο μήτε ὅπλοις μήτε ἵπποις χρῆσθαι, ἀλλ' ἢ οἴκοι διατρίβειν, ἢ πεζῇ καὶ ὅπλων προϊέναι χωρίς. τότε δὲ καὶ αὐτοὶ, ἐπεὶ πανταχόθεν τὰ βασιλέως διεθρυλλεῖτο, ἐπὶ τῶν τειχῶν τῆς αὐτῆς πύλης ἀνελθόντες ἄνοπλοι τὴν ἔκβασιν περιέμενον τῶν πραγμάτων. ὁ μέντοι μητροπολίτης ἐπεὶ ἐγγὺς ἐγένετο Χορταίτου, ἀπροσδοκήτως ἐντυχὼν τῷ νέῳ βασιλεῖ, ἐξεπέπληκτό τε καὶ τῆς ἀφίξεως κατεμέμφετο τὴν ἀκαιρίαν. προσαγορεύοντος δὲ αὐτὸν βασιλέως, αὐτὸς πρὸς τὸν ἐκ τοῦ αἰφνιδίου κίνδυνον θορυβηθεὶς, μηδὲ ἀντιπροσειπὼν, ἤλαυνεν ὡς εἶχε τάχους πρὸς τὴν πόλιν, τὴν ἔφοδον μηνύσων βασιλέως. εἵπετο δ' αὐτῷ καὶ ὁ βασιλεὺς συντονώτερον βαδίζων. οἱ δὲ τὰ αὐτοῦ πράττοντες τοῖς τείχεσιν ἐφεστῶτες, ἐπεὶ ἀπὸ τῶν σημαιῶν ἔγνωσαν βασιλέα προσελαύνειν, ἀναθαρσήσαντες ἐπιτίθενται τοῖς ἔξω τῶν πυλῶν, λίθοις βάλλοντες ἀπὸ τῶν τειχῶν· οἱ δὲ, τῶν τε πολεμίων ἔξωθεν ἐπιόντων, τῶν τε ἔνδοθεν φανερῶς ἐκπολεμωθέντων, οὐκ ἔχοντες ὅ,τι χρήσωνται, ἔνδον μὲν εἰσῆλθον τῶν τειχῶν καὶ ἀπέκλεισαν τὰς πύλας· μὴ δυνάμενοι δὲ ἀντέχειν πρὸς τοὺς βάλλοντας ἀπὸ τοῦ τείχους, ἐτράπησαν εἰς φυγὴν καὶ τὴν ἀκρόπολιν κατέσχον ἐλθόντες ὡς ἀμυνούμενοι ἐκεῖθεν. ἦρχε δὲ