95
̓Ασσύριος περὶ τοῦ φρουρίου πυθόμενος καὶ χαλεπήνας συσκευάζοιτο εἰς τὴν ἐμὴν ἐμβαλεῖν χώραν. "ἐὰν ουν ἀφῇς με, τὰ τείχη αν πειραθείην διασῶσαι, τῶν δ' αλλων μείων μοι λόγος." ηρετο ουν ὁ Κῦρος "ἐὰν ιῃς, πότε εσῃ οικοι;" ὁ δέ "εἰς τρίτην" εφη "δειπνήσω ἐν τῇ ἡμετέρᾳ." "ἐγὼ δέ" εφη ὁ Κῦρος "ποσταῖος αν ἐκεῖσε ἀφικοίμην σὺν τῷ στρατεύματι;" καὶ ὁ Γαδάτας "οὐκ αν δύναιο" ἀπεκρίνατο "δέσποτα, εἰ μὴ ἐν εξ η ἑπτὰ ἡμέραις ἐλθεῖν." καὶ ὁ Κῦρος "σὺ τοίνυν" εφη "απιθι τάχιστα, ἐγὼ δ' ὡς αν δυναίμην πορεύσομαι." καὶ ὁ μὲν Γαδάτας ἀπῄει, ὁ δὲ Κῦρος τοῖς αρχουσι τῶν συμμάχων ειπε δεῖν τῷ Γαδάτᾳ ἐπαμῦναι παρὰ τοῦ 1.239 ̓Ασσυρίου πολεμουμένῳ, ἀνδρὶ εὐεργέτῃ. καὶ πάντες συνέφασαν. ὁ δέ "ἐπεὶ καὶ ὑμῖν συνδοκεῖ" εφη, "αγετε πορευσώμεθα, ιππων τε καὶ ἀνδρῶν τοὺς δυνατωτάτους λαβόντες καὶ τριῶν ἡμερῶν τὰ ἐπιτήδεια, ιν' ευζωνοι ιωμεν." ουτω δὲ συσκευασάμενοι μέσων νυκτῶν τῆς ὁδοῦ ειχοντο, τοῦ Γωβρύου σφῶν ἡγουμένου. Καὶ ὁ μὲν Κῦρος ουτως ἀπῄει· ἀπιόντι δὲ τῷ Γαδάτᾳ τῶν τις παρ' αὐτῷ δυνατῶν ἐπεβούλευσεν ἐκείνῳ, καὶ πέμψας πρὸς τὸν ̓Ασσύριον ἐδήλου τὴν τοῦ Γαδάτου δύναμιν καὶ ὡς ηκει, καὶ ἐνεδρεῦσαι αὐτῷ ἐνετέλλετο, ιν' ουτως αὐτόν τε συλλάβοι τὸν Γαδάταν καὶ τοὺς σὺν αὐτῷ. ἐπεὶ δὲ ταῦτα ηκουσεν ὁ ̓Ασσύριος, ἐνήδρευσεν. ὡς δ' ἐγγὺς ὁ Γαδάτας τῆς ἐνέδρας ἐγένετο καὶ ηδη ἐδόκει ειναι ἁλώσιμος, ἀνίσταται ἐκ τῆς ἐνέδρας. ὁ δὲ τῷ Γαδάτᾳ ἐπιβουλεύων ἐν τούτῳ παίει αὐτὸν καὶ πλήττει κατὰ τὸν ωμον, οὐ μέντοι καιρίως· ποιήσας δὲ τοῦτο πρὸς τὸν ̓Ασσύριον παραχρῆμα ἀποχωρεῖ καὶ ἐδίωκε σὺν αὐτῷ. οἱ μὲν ουν τοῦ Γαδάτου ἡλίσκοντο, οἱ δ' εφευγον τοὺς χαλινοὺς τρέψαντες· καὶ ηδη προσιόντα καθορῶσι τὸν Κῦρον. ὁ δὲ ὡς εγνω τὸ πρᾶγμα, ἐναντίος αὐτοῖς ηγε τὴν στρατιάν. καὶ οἱ πολέμιοι τοῦτον ἰδόντες ἐτράπησαν εἰς φυγήν, καὶ ὁ Κῦρος διώκειν ἐκέλευσεν. ἡλίσκοντο τοίνυν καὶ ανδρες καὶ αρματα, καὶ πολλοὶ δὲ ἐκτείνοντο, καὶ αὐτὸς ὁ τὸν Γαδάταν πλήξας· οἱ δ' αλλοι καὶ αὐτὸς ὁ ̓Ασσύριος εἰς πόλιν αὐτοῦ τινα μεγάλην κατέφυγον. καὶ ὁ Κῦρος ταῦτα διαπραξάμενος εἰς τὴν Γαδάτου χώραν ἀναχωρεῖ, καὶ ῃει τὸν Γαδάταν ἐπισκεψόμενος. καί οἱ ὁ Γαδάτας 1.240 ἀπήντησεν ἐπιδεδεμένος τὸ τραῦμα, καὶ χάριτας ὡμολόγει λέγων ὡς "εγωγε τὸ μὲν ἐπ' ἐμοὶ οιχομαι, τὸ δὲ ἐπὶ σοὶ σέσωσμαι, προθύμως ουτω μοι βοηθήσαντι." Οἱ δέ γε Καδούσιοι ὀπισθοφυλακεῖν τεταγμένοι τότε παρὰ τοῦ Κύρου, καὶ μὴ μετασχόντες τῆς διώξεως, βουλόμενοι δὲ καὶ αὐτοὶ λαμπρόν τι ποιῆσαι, οὐδὲν τῷ Κύρῳ κοινωσάμενοι καταθέουσι τὴν Βαβυλωνίαν. ἀπιὼν δὲ ὁ ̓Ασσύριος ἐκ τῆς πόλεως ου κατέφυγε, συντυγχάνει αὐτοῖς· καὶ γνοὺς μόνους οντας ἐπιτίθεται, καὶ τόν τε αρχοντα σφῶν ἀποκτείνει καὶ αλλους πολλούς, καὶ διώξας μέχρι τινὸς ἀπετράπετο. οι δὲ τῶν Καδουσίων ἐσώζοντο, περὶ δείλην ηλθον εἰς τὸ στρατόπεδον. ὁ δὲ Κῦρος τοὺς μὲν τετρωμένους τοῖς θεραπεύσουσι παρεδίδου, τοῖς δ' αλλοις αὐτὸς προσῆγεν ἐν λόγοις παράκλησιν, καὶ αρχοντα ἑαυτοῖς ἐξ ἑαυτῶν παρῄνει αἱρήσεσθαι. καὶ οἱ μὲν ειλοντο. ὁ δὲ Γαδάτας ηκε κομίζων τῷ Κύρῳ δῶρα παντοῖά τε καὶ πολλὰ καὶ πλείστους ιππους. ὁ δὲ Κῦρος τοὺς μὲν ιππους εφη δέχεσθαι, ιν' ἐκπληρώσῃ τὸ Περσικὸν ἱππικὸν καὶ εἰς μυρίους περισταῖεν αὐτῷ οἱ ἱππεῖς, τὰ δὲ χρήματα ἀπαγαγεῖν αὐτῷ ἐνετέλλετο καὶ φυλάττειν εστ' αν καὶ αὐτὸν ἀντιδωρεῖσθαι γνοίη δυνάμενον. καὶ παρῄνει τὴν πόλιν αὐτοῦ ὑπὸ φυλακὴν ποιήσασθαι ἀσφαλῆ, αὐτὸν δὲ αὐτῷ συστρατεύσασθαι. καὶ ὁ Γαδάτας ησθη τῇ συμβουλῇ, συσκευασάμενός τε τῷ Κύρῳ συνείπετο. ἐπεὶ δὲ πορευόμενος ουτως εἰς τὰ μεθόρια τῶν Σύρων καὶ Μήδων ἀφίκετο, ἐνταῦθα τρία οντα τῶν Σύρων φρούρια τὸ μὲν εν αὐτὸς προσβαλὼν καὶ βιασάμενος ελαβε, τὰ δὲ δύο φοβῶν μὲν ὁ Κῦρος, πείθων δὲ ὁ Γαδάτας παρεσκεύασαν παραδοῦναι τοὺς φυλάσσοντας. 1.241 Ειτα πέμπει πρὸς Κυαξάρην ἀξιῶν ηκειν εἰς τὸ στρατόπεδον, οπως περὶ ων αν δέοιντο βουλεύσαιντο. καὶ ὁ μὲν αγγελος ῳχετο· ὁ δὲ Κῦρος ἐκέλευσε τὴν σκηνὴν ην οἱ Μῆδοι τῷ Κυαξάρῃ ἐξεῖλον κατασκευάσαι ὡς βέλτιστα