95
περίττωμα ἡδονῆς ἐστιν· ἧς τύπος ἡ ἀκροβυστία. Σάββατον δὲ ἡ ἐκ τῆς ἁμαρτίας κατάπαυσις. Ὥστε ἀμφότερα ἓν τυγχάνουσι καὶ οὕτως ἀμφότερα ἅμα ὑπὸ τῶν πνευματικῶν τελούμενα, οὐδὲ τὴν τυχοῦσαν παρανομίαν ἐργάζονται. Ἔτι δὲ ἰστέον, ὅτι ὁ ἑπτὰ ἀριθμὸς πάντα τὸν παρόντα χρόνον δηλοῖ, ὥς φησιν ὁ σοφώτατος Σολομῶν· «∆οῦναι μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ». Καὶ ὁ θεηγόρος ∆αυὶδ περὶ τῆς ὀγδόης ψάλλων περὶ τῆς μελλούσης μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καταστάσεως ἔψαλλε. Τὴν ἑβδόμην οὖν ἡμέραν ἀργίαν ἄγειν ἐκ τῶν σωματικῶν, τοῖς δὲ πνευματικοῖς ἐνασχολεῖσθαι προστάσσων ὁ νόμος μυστικῶς πάντα τὸν χρόνον τῷ ἀληθινῷ Ἰσραὴλ καὶ νοῦν ὁρῶντα θεὸν ἔχοντι ὑπέφηνε τῷ θεῷ ἑαυτὸν προσάγειν καὶ ὑπεράνω τῶν σωματικῶν γίνεσθαι. 97 Περὶ παρθενίασ Κακίζουσιν οἱ σαρκικοὶ τὴν παρθενίαν, καὶ εἰς μαρτυρίαν προβάλλονται οἱ φιλήδονοι τὸ «ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐγείρει σπέρμα ἐν τῷ Ἰσραήλ». Ἡμεῖς δέ φαμεν τῷ ἐκ παρθένου σαρκωθέντι θεῷ λόγῳ θαρρήσαντες, ὡς ἡ παρθενία ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐφυτεύθη τῇ φύσει τῶν ἀνθρώπων· ἐκ παρθένου γὰρ γῆς ὁ ἄνθρωπος πεπλαστούργηται, ἐκ μόνου Ἀδὰμ ἡ Εὔα ἔκτισται, ἐν παραδείσῳ παρθενία ἐπολιτεύετο. Φησὶ γοῦν ἡ θεία γραφή, ὅτι «γυμνοὶ ἦσαν, ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο». Ἡνίκα δὲ παρέβησαν, «ἔγνωσαν, ὅτι γυμνοὶ ἦσαν», καὶ αἰσχυνθέντες ἔρραψαν ἑαυτοῖς περιζώματα. Καὶ μετὰ τὴν παράβασιν, «ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», ὅτε διὰ τῆς παραβάσεως θάνατος εἰς τὸν κόσμον εἰσῆλθε, τότε «ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συνέλαβε καὶ ἐγέννησεν». Ὥστε διὰ τὸ μὴ ἐκτριβῆναι καὶ ἀναλωθῆναι τὸ γένος ὑπὸ τοῦ θανάτου ὁ γάμος ἐπινενόηται, ὡς ἂν διὰ τῆς παιδοποιίας τὸ γένος τῶν ἀνθρώπων διασῴζηται. Ἀλλ' ἐροῦσι τυχόν· Τί οὖν τὸ «ἄρρεν καὶ θῆλυ» βούλεται καὶ τὸ «αὐξάνεσθε καὶ πληθύνεσθε»; Πρὸς ὃ λέξομεν, ὅτι τὸ μὲν «αὐξάνεσθε καὶ πληθύνεσθε» οὐ πάντως τὸν διὰ γαμικῆς συναφείας πληθυσμὸν δηλοῖ. Ἐδύνατο γὰρ ὁ θεὸς καὶ ἑτέρῳ τρόπῳ τὸ γένος πληθῦναι, εἰ τὴν ἐντολὴν μέχρι τέλους ἐτήρησαν ἀπαραχάρακτον. Ἀλλ' εἰδὼς ὁ θεὸς τῇ προγνώσει αὐτοῦ, «ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν», ὡς μέλλουσιν ἐν παραβάσει γίνεσθαι καὶ θανάτῳ κατακρίνεσθαι, προλαβὼν ἐποίησε τὸ ἄρρεν καὶ θῆλυ καὶ αὐξάνεσθαι καὶ πληθύνεσθαι προσέταξεν. Ὁδῷ τοίνυν κατέλθωμεν καὶ ἴδωμεν τὰ τῆς παρθενίας αὐχήματα· ταὐτὸν δὲ καὶ ἁγνείας εἰπεῖν. Νῶε εἰς τὴν κιβωτὸν εἰσελθεῖν προστασσόμενος καὶ κόσμου σπέρμα φυλάττειν ἐγχειριζόμενος οὕτω προστάττεται· «Εἴσελθε σύ», φησί, «καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου». ∆ιεῖλεν αὐτοὺς ἐκ τῶν γυναικῶν, ὡς ἂν μετὰ τῆς ἁγνείας τὸ πέλαγος καὶ τὸ παγκόσμιον ἐκεῖνο ναυάγιον διαδράσαιεν. Μετὰ μέντοι τὴν τοῦ κατακλυσμοῦ κατάπαυσιν· «Ἔξελθε σύ», φησί, «καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου». Ἰδοὺ πάλιν διὰ τὸν πληθυσμὸν ὁ γάμος συγκεχώρηται. Εἶτα Ἡλίας, ὁ πυρίπνους ἁμαρτηλάτης καὶ οὐρανοφοίτης, οὐκ ἀγαμίαν ἠσπάζετο καὶ τῷ ὑπὲρ ἀνθρώπους ἐμαρτυρήθη μετεωρίσματι; Τίς οὐρανοὺς ἔκλεισε; Τίς νεκροὺς ἤγειρε; Τίς Ἰορδάνην ἔτεμεν; Οὐχ ὁ παρθένος Ἡλίας; Ἐλισσαῖος δέ, ὁ τούτου φοιτητής, οὐ τὴν ἴσην ἀρετὴν ἐπιδειξάμενος ἐν διπλασίῳ τὴν χάριν τοῦ πνεύματος αἰτήσας ἐκληρονόμησε; Τί δὲ οἱ τρεῖς παῖδες; Οὐ παρθενίαν ἀσκήσαντες πυρὸς κρείττους γεγόνασι διὰ τῆς παρθενίας τῶν σωμάτων ἀναλώτων τῷ πυρὶ γεγονότων; Οὐ ∆ανιήλ, οὗ τῷ σώματι παρθενίᾳ στομωθέντι θηρῶν ὀδόντες ἐμπαρεῖναι οὐκ ἴσχυσαν; Οὐ μέλλων τοῖς Ἰσραηλίταις ὁ θεὸς ὀπτάνεσθαι ἁγνίζειν τὸ σῶμα προσέταττεν; Οὐχὶ οἱ ἱερεῖς ἑαυτοὺς ἁγνίζοντες οὕτω τῶν ἀδύτων ἐπέβαινον καὶ τὰς θυσίας προσῆγον; Οὐχ ὁ νόμος μεγάλην εὐχὴν τὴν ἁγνείαν ἀνηγόρευσε; Χρὴ τοιγαροῦν ἐπὶ τὸ πνευματικώτερον λαμβάνειν τὸ νομικὸν πρόσταγμα. Ἔστι γὰρ σπέρμα πνευματικὸν δι' ἀγάπης καὶ φόβου θεοῦ συλλαμβανόμενον ἐν τῇ ψυχικῇ γαστρὶ ὠδινούσῃ καὶ τικτούσῃ πνεῦμα σωτηρίας. Οὕτω δὲ ἐκληπτέον καὶ τὸ «μακάριος, ὃς ἔχει σπέρμα ἐν