ζυγὸν ὑπελθεῖν κατατίθενται, καὶ περινοστοῦσι μὲν ἱππαζόμενοι, δορυφόρων δὲ τάξιν ἀποπληροῦντες εἰσί. Καὶ ταῦτα μὲν ἐθαυματουργοῦντο μέχρι Νικαίας αὐτῆς, τοῦ προσκυνουμένου σημείου ἐπ' ὀνόματι τοῦ ἀρχιστρατήγου προηγουμένου πάντων, καὶ προφυλακτικῶς τὰς ὁδοὺς ὑπανοίγοντος, καὶ τὴν εἰς αὐτὸν πίστιν τοῦ βασιλεύοντος στερρὰν καὶ ἀκλόνητον ὑπεμφαίνοντος, καὶ τὴν χάριν διδόναι θαυμασίαν ἐξ ἔργων παραδεικνύοντος. τῇ δὲ Νικαίᾳ τῷ βασιλεῖ προσεγγίσαντι χορεία τις ἐναρμόνιος τοῖς ἐγχωρίοις συνέστη καὶ κρότος εὐφημίαις ὑπέρσεμνος, πάντων χαρμόσυνα θυόντων καὶ χαριστήρια, καὶ τῆς σωτηρίας προκηρυτ 266 τόντων τὰ σύμβολα, ὡς καὶ αὐτοὺς ἐκπλαγῆναι τοὺς πολεμίους καὶ τότε βεβαιοτέραν τὴν ὁμολογίαν ἐπισυντάξασθαι τῆς δουλώσεως. καὶ γὰρ ἐπιβάντος αὐτοῦ τῆς τοιαύτης πόλεως μετὰ τῆς οἰκείας δυνάμεως, καὶ τὰς βασιλικὰς εὐεργεσίας καὶ στρατηγίας σαφῶς διατιθεμένου καὶ διατάττοντος, καὶ τιμαῖς περιβλέπτοις καταγεραίροντος τοὺς ἀστικούς τε καὶ ξενικοὺς καὶ ὅσοι τῆς στρατιᾶς καὶ τῆς ἄλλης διαμονῆς παρετύγχανον περὶ τὸν τῆς Νικαίας περίβολον, οἱ Τοῦρκοι δουλικῶς ἐστρατοπεδεύσαντο, καὶ τὴν εἰς αὐτὸν ἐπιταχθέντες εἴσοδον τῷ στήθει τὰς χεῖρας συνέπλεκον, καὶ τὴν θέαν τούτου μεγίστην εὐεργεσίαν ἐτίθεντο, καὶ συμπονεῖν αὐτῷ καὶ συμπράττειν τὰ θυμήρη κατεπηγγέλλοντο. διὸ καί τινες τῶν εὐπατριδῶν τῆς Περσίδος, ἀδελφοὶ κατὰ σάρκα καὶ φύσιν ὑπάρχοντες, καὶ τὴν τοῦ Κουτλουμούση ἐπωνυμίαν ἐκ πατρῴας προσηγορίας ἐφέλκοντες, τῆς σουλτανικῆς δὲ μερίδος καὶ ἐξουσίας ἀντιποιούμενοι καὶ τῷ ἐθνάρχῃ τῶν Οὔννων ἀντιταττόμενοι, καὶ κατὰ τοῦτο τῇ Ῥωμαίων προσφοιτήσαντες γῇ, καὶ κράτος ἑαυτοῖς ἀντίθετον ἐκείνῳ περιποιούμενοι, προσῆλθον αὐτῷ κατὰ Νίκαιαν. καὶ ὅπερ ἐν οὐδενὶ βασιλεῖ τῶν Περσῶν γένους ὄντες βασιλικοῦ οὔτε Ῥωμαίων κατεδέξαντο πρᾶξαι, τοῦτο πρὸς αὐτὸν παραδόξως ἀπέδειξαν, γόνυ τε κλίναντες καὶ προοδοποιεῖν αὐτῷ τὴν εἰς τὴν βασιλίδα ὁδοιπορίαν σὺν πολλῇ πεποιθήσει διασημαίνοντες. οὓς δὴ καὶ λόγοις καὶ τρόποις εὐσυνέτοις κοσμιωτέρους καὶ εὐνοϊκωτέ 267 ρους ἀπεργασάμενος, οὕτως εἰς τὴν ἑαυτοῦ δούλωσιν καὶ πίστιν διεθέρμανε καὶ τῆς αὐτοῦ βασιλείας ἐραστὰς ἀπειργάσατο, ὡς καὶ ἄλλους, ὃ δὴ λέγεται, γενέσθαι ἐξ ἄλλων καὶ τοῖς σὺν αὐτῷ Ῥωμαίοις ὁμονοῆσαι, καὶ μιᾶς γενέσθαι συμφυΐας καὶ δεσποτείας ἐν τῇ ἑνώσει τῆς πίστεως καὶ εἰλικρινοῦς διαθέσεως. τότε γὰρ πεπλήρωται τὸ προφητικόν, ὅτι πρόβατον μετὰ λύκων συμβοσκηθήσονται καὶ παρδάλεις μετὰ ἐρίφων. Καὶ τί τὸ ἐντεῦθεν; στρατιώτας Ῥωμαίους μετ' αὐτῶν ὁ Βοτανειάτης παραμετρήσας καὶ μίξας ἓν αὐτοὺς πεποίηκε σύνταγμά τε καὶ στράτευμα, καὶ εἰς τὴν ἀντιπέρας ὄχθην τῆς βασιλευούσης ἀπέστειλεν. οἳ καὶ προελθόντες, καὶ περὶ τὴν Χαλκηδόνα καὶ Χρυσόπολιν πηξάμενοι τὰς σκηνάς, ἄρτι τοῦ μαρτίου μηνὸς τῆς πρώτης ἰνδικτιῶνος ἐν ταῖς πρώταις καλάνδαις τυγχάνοντος, πολλὴν θυμηδίαν τοῖς πολίταις ἐνῆκαν, μαθοῦσιν ὅτι τοῦ Βοτανειάτου ἀπόστολοι οὗτοι καὶ στρατιῶται κατέλαβον. ἦραν γὰρ φωνὴν ἅπαντες, καὶ χάριτας ἀπένεμον τῷ θεῷ, καθότι Ῥωμαϊκὰς εἶδον δυνάμεις καὶ τοιαῦτα περιπετάσματα τῷ τόπῳ τούτῳ ἐπιδημήσαντα. χρόνος γὰρ παρελήλυθεν ἱκανὸς ἀφ' ὅτου Ῥωμαίους οὐκ ἔσχεν ὁ τόπος ἐκεῖνος ἐπιφανέντας τὸ σύνολον. Τούρκων γὰρ ἐπὶ τῶν ἡμερῶν τοῦ Μιχαὴλ ἐγίνετο καταγώγιον καὶ πολλῶν αἱμάτων Χριστιανικῶν μολυντήριον, καὶ τὸ πᾶν ἔρημος καὶ ἀοί 268 κητος καὶ ἄβατος ἦν. ὡς δ' ἐφάνησαν τότε τὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐπίσημα, πάντας ὁμοῦ τοὺς Βυζαντίους εἰς θάρσος μεῖζον καὶ νίκης ἐλπίδα ἐπέλθησαν, ὅτι καὶ αἱ παράλιοι πόλεις ἅπασαι τοὺς τοῦ Βοτανειάτου πεζοὺς στρατιώτας παραγενομένους εὐθύμως ἐδέξαντο, τό τε τῶν Πυλῶν ἄστυ καὶ τὸ ἐν Πραινέτῳ καὶ αὐτὴ Νικομήδεια, ἧς ὁ στρατηγὸς πρὸ τῆς Νικαίας τῷ Βοτανειάτῃ μετὰ περιχαρείας