ἐχόντων τὰ μὲν ἀμφιβαλλομένην ἔχει τὴν ὕπαρξιν, ὡς ἄναστρος σφαῖρα, ὡς ἀντίποδες- ταῦτα γὰρ ἀμφιβάλλονται εἴτε εἰσὶν εἴτε οὔ-, τὰ δὲ ὁμολογουμένην, ὥσπερ ἄνθρωπος ἢ βοῦς. καὶ ἐπὶ τῶν ὕπαρξιν μὲν ἐχόντων, ἀμφιβαλλομένην δέ, ζητοῦμεν τὸ εἰ ἔστιν- ἄτοπον γὰρ ὄντως καὶ ἀμαθὲς μήπω μαθόντας εἰ ὑπαρκτικὸν τόδε ἐστὶν ἐρευνᾶν περὶ αὐτοῦ τί ἂν εἴη-, ἐπὶ δὲ τῶν ὡμολογημένην ἐχόντων τὴν ὕπαρξιν ζητοῦμεν τὸ τί ἐστι. τὸ δὲ τί ἐστιν ἢ δι' ὀνόματος ἐκφέρεται ἢ δι' ὁρισμοῦ· δι' ὀνόματος μέν, ὅταν βλέποντές τι λέγωμεν τί ἐστι καὶ λέγωμεν ὅτι ἄνθρωπός ἐστιν, δι' ὁρισμοῦ δέ, ὅταν λέγωμεν ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἐπεὶ δὲ τὰ πράγματα οὐ μόνον κοινωνοῦσι κατὰ τὸ γένος, καθὸ ζῷα, ἀλλὰ καὶ διαφέρουσι, καθὸ τὰ μὲν λογικά, τὰ δὲ ἄλογα, καὶ διὰ τοῦτο ζητοῦμεν ὁποῖόν τί ἐστιν, ἵνα γνῶμεν τὰς διαφοράς· καὶ γὰρ αἱ διαφοραὶ τῷ ὅρῳ συναναφέρονται. ἰστέον δὲ ὅτι ἡνίκα τὸ τί ἐστι δι' ὀνόματος ἐκφέρεται, τότε δεῖ ζητεῖν ὁποῖόν τί ἐστιν, ἡνίκα δὲ δι' ὅρου γίνεται, τότε οὐ δεῖ ζητεῖν τὸ ὁποῖόν τί ἐστιν, ἀλλὰ διὰ τί ἐστιν. ἐπεὶ δὲ πάντα πρός τι τέλος ὁρῶσι καὶ οὐδὲν μάτην οὔτε ὁ δημιουργὸς οὔτε ἡ φύσις οὔτε ἡ τέχνη ἐπενόησε, τούτου χάριν ζητοῦμεν διὰ τί ἐστιν· οἷον διὰ τί ἐστι κλίνη; διὰ τὴν τῶν ἀνθρώπων ἀνάπαυσιν. καὶ πάλιν διὰ τί ἄνθρωπος; διὰ τὸ κοσμεῖσθαι τόδε τὸ πᾶν· καὶ γὰρ τὸ πᾶν ἀτελὲς ἦν μήπω τοῦ ἀνθρωπείου γένους παραχθέντος. Ἐπεὶ δὲ ταῦτα οὕτως ἔχει, ἐστὶ δὲ φιλοσοφία ἡμῖν τὸ προκείμενον, ἥτις παρ' ἡμῖν μὲν οὐκ ἀμφιβάλλεται, παρὰ δέ τισιν ἀνατρέπεται, ἤγουν τοῖς ἐφεκτικοῖς φιλοσόφοις, φέρε καὶ ἐπὶ ταύτης κατὰ ἀκολουθίαν τὸ εἰ ἔστι ζητήσωμεν. δείκνυμεν οὖν αὐτὴν οὖσαν τοῦτον τὸν τρόπον· εἰ ἔστι θεός, ἔστι καὶ πρόνοια· οὐ μόνον γὰρ ἔστι θεός, ἀλλὰ καὶ προνοεῖται. ἀλλὰ μὴν ἔστι θεός-μεμηνότων γάρ ἐστι τὸ λέγειν ὅτι οὐκ ἔστι θεός-, δηλονότι ἔστι καὶ πρόνοια. εἰ δὲ ἔστι πρόνοια, δηλονότι καὶ σοφία ἔστι δι' ἧς προνοεῖται ὁ θεός· οὐ γὰρ ἀλόγως προνοεῖται οὐδ' ἄνευ σοφίας. εἰ δ' ἔστι σοφία, δηλονότι ἔστι καὶ ἔφεσις αὐτῆς καὶ ἐπιθυμία· πᾶς γὰρ τοῦ ἀγαθοῦ ἐφίεται, ὅθεν ἀγαθὸν λέγεται παρὰ τὸ ἄγαν θέειν ἡμᾶς ἐπ' αὐτό. εἰ δὲ ἔστιν ἔφεσις καὶ ἐπιθυμία αὐτῆς, δηλονότι φιλοσοφία ἔστιν· οὐδὲν γάρ ἐστιν ἕτερον φιλοσοφία εἰ μὴ φιλία σοφίας, ὡς ὁ Πυθαγόρας ὡρίζετο. δέδεικται τοίνυν ὅτι ἔστι φιλοσοφία. Ἀλλ' ἐπειδὴ τὸν ὁρισμὸν τῆς φιλοσοφίας γνῶναι οὐ δυνατὸν τοῦ ἁπλῶς ὁρισμοῦ ἀγνοουμένου, ὥσπερ οὐδὲ τὸ γράφειν καλῶς αὐτὸ τὸ γράφειν μὴ ἐπιστάμενον, τέσσαρα δεῖ ζητεῖν περὶ ὁρισμοῦ, πρῶτον μὲν τί ἐστιν ὁρισμός, δεύτερον δὲ πόθεν εἴρηται ὁρισμός, τρίτον τί διαφέρει ὁρισμὸς ὅρου, τέταρτον πόθεν λαμβάνεται πᾶς ὁρισμός. Ὁρισμὸς τοίνυν ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς ἑκάστου φύσεως. καὶ «λόγος» μὲν εἴρηται διὰ τὸ ὄνομα, ἐπεὶ καὶ αὐτὸ φύσιν δηλοῖ, τὸ δὲ «σύντομος» πρόκειται διὰ τὰ ἀποτάδην λεγόμενα ῥητορικὰ καὶ ἰατρικὰ προβλήματα, τὸ δὲ «τῆς ἑκάστου φύσεως δηλωτικὸς» διὰ τὰς ὑπογραφάς· αἱ γὰρ ὑπογραφαὶ οὐ τὴν ἑκάστου φύσιν δηλοῦσιν, ἀλλὰ τὸ συμβαῖνον ἑκάστῳ, οἱ δὲ ὁρισμοὶ ἐκ τῶν κατ' οὐσίαν λαμβάνονται· διὸ τὴν ἑκάστου φύσιν δηλοῦσι. Τὸ δὲ πόθεν εἴρηται ὁρισμὸς τοιοῦτόν ἐστιν· ὥσπερ ἐκ μεταφορᾶς τῶν ὁροθεσίων τῆς γῆς ἐπεδήλωσαν πρὸς δήλωσιν τῶν τόπων, τὸν αὐτὸν τρόπον καὶ οἱ ἐξηγηταὶ τὸν τῆς φύσεως ὁρισμὸν τοῦ δικαίου καὶ τῆς ἀντιστροφῆς στοχαζόμενοι οὔτε ἐλλείπειν οὔτε πλεονάζειν ἐθέλουσιν, ἀλλ' ἀφορίζουσί τε τὸ ὑποκείμενον καὶ τὸ διακεκριμένον φυλάττουσιν. ∆ιαφέρει δὲ ὁρισμὸς ὅρου ἔν τε τῷ καθολικῷ καὶ τῷ μερικῷ. ὁ μὲν ὁρισμὸς μερικώτερός ἐστιν, ὁ δὲ ὅρος καθολικώτερος. Λαμβάνεται τοίνυν πᾶς ὁρισμὸς ἢ ἐκ τοῦ ὑποκειμένου ἢ ἐκ τοῦ τέλους ἢ ἐκ τοῦ συναμφοτέρου· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη ἔχει ὑποκείμενον, ἔχει καὶ τέλος, καὶ ὑποκείμενον μὲν περὶ ὃ καταγίνεται, τέλος δὲ ὃ ποιῆσαι προτίθεται. τῇ μὲν γὰρ ἰατρικῇ ὑπόκειται τὰ ἀνθρώπινα σώματα, τέλος δ' ἔχει τὴν ὑγείαν, τῇ δὲ ῥητορικῇ