15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
αἰτιῷτο τὸ περινενοημένον τῆς ἀλληγορίας, ἔχοιμι παραίτησιν εὐπρεπῆ καὶ ἀναχώρησιν ἕτοιμον τῶν ἑρμηνευσάντων ταῦτα πατέρων τὸ ἀπαραλόγιστον.
44 Ἐκ τοῦ περὶ υἱοῦ λόγου, τὸ «καὶ πολλούς, ὃ φρίττω λέγων, Χριστοὺς ἀνθ' ἑνὸς» ἡ μετὰ θάρσους θερμότης πεποίηκεν
Κατατρέχων οὗτος ὁ μέγας πατὴρ τῆς θερμῆς μετὰ θράσους φύσεως καὶ τὸν τοῦ
λόγου χαλινὸν διαπτυούσης καὶ μέχρι πολλοῦ τὸν λόγον προενεγκὼν καὶ ἐπιχειρήματα ἄλλα ἄλλοις ἐπαγαγών, ὅτι ἐντεῦθεν αἱ διαιρέσεις καὶ αἱ κατατομαὶ τῶν γνωμῶν, ἄλλων ἄλλα προαιρουμένων, ἐπ' αὐτὸ δὴ τῆς ἀταξίας καταντᾷ τὸ κεφάλαιον· τὸ δέ ἐστιν ἡ περὶ τῶν τοῦ Χριστοῦ δοξῶν κατατομὴ καὶ διαίρεσις. πολλὰ γὰρ ἐπισυνείρας μετὰ τὴν τοῦ κεφαλαίου εἰσαγωγήν, «καὶ εἴθε» φησί «τοσοῦτον εἶχον εἰπεῖν, ἀλλὰ καὶ πολλούς, ὃ φρίττω λέγων, Χριστοὺς ἀνθ' ἑνὸς» ἡ μετὰ θράσους θερμότης πεποίηκε, «τὸν γεννώμενον καὶ τὸν κτιζόμενον καὶ τὸν ἀπὸ Μαρίας ἀρχόμενον καὶ τὸν ἀναλύοντα, ὅθεν εἰς τὸ εἶναι προῆλθε, καὶ τὸν ἄνουν ἄνθρωπον καὶ τὸν ὄντα καὶ τὸν φαινόμενον». σχεδὸν γὰρ ἐν τούτοις τὰς περὶ τῆς οἰκονομίας αἱρέσεις ἁπάσας κατηριθμήσατο, ὧν τῆς μὲν Ἀπολινάριος προστάτης ἐγένετο, τῆς δὲ Νεστόριος, τῆς δὲ Εὐτυχὴς καὶ ἄλλος ἄλλης. ἡμεῖς δὲ ἀπὸ τῆς ἐσχάτης ἀρξάμενοι ἐπὶ τὴν πρώτην βαδίσομεν, οὐ πάντων τῶν αἱρεσιαρχῶν καταλέγοντες τὰ ὀνόματα, ἀλλ' ὧν δὴ καὶ μεμνήμεθα, ἐπεὶ μηδ' ἀπαιτεῖται σχέδιος γλῶττα μετὰ τῶν ἐννοιῶν καὶ τὰ τῶν εἰρηκότων ὀνόματα παριστᾶν. Πρῶτος γοῦν φαντασίᾳ τὸ σῶμα περιβεβλῆσθαι τὸν Ἰησοῦν Εὐτυχὴς ἐδογμάτισεν. οὗτος γὰρ ἰλιγγιάσας τὴν τῶν ἐναντίων σύνοδον καὶ μὴ ἀποθαρρήσας πρὸς τὴν συνάφειαν, προεληλυθέναι μὲν τὸν λόγον ἀπὸ γεννήσεως ἐδογμάτισε, μὴ μέντοι γε ἐν ἀληθείᾳ σῶμα ἐνδεδύσθαι, ἀλλὰ δόξαι τοῦτο πεφορηκέναι φαντάσαντα τὴν οἰκονομίαν, ὡς ἐντεῦθεν πλασματώδη πάντα τὰ σωματικὰ ἐλέγχεσθαι τοῦ Χριστοῦ· ὁ γὰρ μὴ κυρίως μηδὲ ἀληθῶς τὸ ἡμέτερον προσλαβόμενος μηδὲ τὴν τοῦ ἀνθρώπου φύσιν ἑαυτῷ προσενώσας, ἤτοι τῇ καθ' ἑαυτὸν ὑποστάσει, τῇ θείᾳ καὶ ἀκηράτῳ μακαριότητι, πεπλασμένως τε τῆς μητρικῆς γαστρὸς προ ελήλυθε καὶ τὴν σπαργάνωσιν ὑπεκρίνατο καὶ ὥσπερ ἐν ὑποβολιμαίῳ προσωπείῳ τὴν ὅλην τῆς οἰκονομίας περίοδον ἐξωρχήσατο. τούτου δὲ τί ἂν γένοιτο ἀσεβέστερον ἢ ἀνοητότερον; ὁ γὰρ μὴ τὴν ἡμαρτηκυῖαν φύσιν ἑαυτῷ προσενώσας, ἀλλὰ σκιὰν ταύτης καὶ εἴδωλον, ἐξαπατήσας δὲ τοὺς τῶν ὁρώντων ὀφθαλμούς, ὡς αὐτὸ τὸ διολισθῆσαν προσειληφώς, οὔτε τὸ νενοσηκὸς ἐθεράπευσε καὶ ταῖς τῶν ἀπατώντων αἰτίαις ἁλίσκεται. πῶς δ' ἂν καὶ διαβαίη ὁ τῆς θεραπείας τρόπος πρὸς τὸν παρεθέντα ἄνθρωπον, ἑτέρου τοῦ ἰατρευομένου τυγχάνοντος; τοῦτο γὰρ δή τι ταὐτόν ἐστιν, ὥσπερ ἂν εἴ τις ἰατρός, ἐμψύχου πυρέττοντος σώματος, τὴν σκιὰν καταψύχει τοῖς ἐναντίοις. ἀλλ' οὔτε ἐκεῖθεν πρὸς τὴν ἠρρωστηκυῖαν φύσιν μετασταίη ἡ θεραπεία οὔτ' ἐντεῦθεν, ἀπὸ τοῦ φαινομένου φημὶ καὶ μὴ ἀληθῶς ὄντος προσλήμματος, πρὸς τὸν διολισθήσαντα ἄνθρωπον γενήσεται ἡ ἀνόρθωσις. Ἡ μὲν οὖν περὶ «τοῦ φαινομένου» δόξα τοιαύτη, καὶ ὁ ταύτης προστὰς δῆλος διὰ τοῦ ὀνόματος γέγονε. τὴν δὲ «τοῦ ὄντος» Νεστόριος πρὸ τοῦ Εὐτυχοῦς εἰσήνεγκεν ὥσπερ ἀπὸ μηχανῆς. οὗτος γὰρ τὴν μὲν τοῦ σώματος ἀλήθειαν παραδέχεται καὶ οὐσιώδη τούτου κηρύττει τὴν γέννησιν, ἑνωθῆναι δὲ τὸν λόγον οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ σχέσιν, ὥσπερ δὴ ἂν εἴ τις ἑταιρίας τρόποις καὶ διαθέσεως τῷ φιλουμένῳ συνενωθείη. κακῶς γὰρ ὁ Νεστόριος τῇ φιλοσοφίᾳ προσβὰς ἀκοινώνητον τοῖς σωματικοῖς τὸ θεῖον ἐδόξασεν, ἀγνοήσας ὡς