95
ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; ἀντὶ τοῦ· οὐδὲν τοσοῦτον δύναμαι ποιῆσαι ὥστε ἐξαλεῖψαι τὴν ἁμαρτίαν, εἰ μὴ τῆς σῆς τύχω φιλανθρωπίας. εὐλαβέστερον οὖν ἔλεγεν ὁ Ἰὼβ ὅτι· κἂν πᾶσάν μου δύναμιν εἰσαγάγω πρὸς τὸ τὴν ἁμαρτίαν μου ἀπαλεῖψαι, ἀμηχανῶ τοῦτο πρᾶξαι· τὸ γὰρ πρᾶγμα τῶν σῶν οἰκτιρμῶν ἐπιδέεται. 35, 4 ἐγὼ δέ σοι δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶ φίλοις. ὡς καὶ τῶν τριῶν φίλων πεπλανημένων καὶ τοῦ Ἰὼβ οὐκ ἐν συνέσει λαλήσαντος αὐτὸς ὑπισχνεῖται κρείττονας ἁπάντων προφέρειν λόγους. 35, 5 ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ. ἆρον, φησίν, τοὺς ὀφθαλμούς, τούς τε σωματικοὺς καὶ τοὺς τῆς διανοίας, καὶ θεωρήσας, πόσον ὑπερέχει ὁ οὐρανὸς ἀνθρώπων, παρα 301 χώρει τῇ τοῦ θεοῦ μεγαλειότητι καὶ τοῖς ἀνεφίκτοις αὐτοῦ κρίμασιν. 35, 6 εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; τῷ οὕτως θαυμαστῷ; 35, 7 ἐπειδὴ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου λήψεται; εἰ δὲ καὶ δίκαιος εἶ, ποίαν δικαιοσύνην σου πράξεις, ἵνα ἀρέσῃς αὐτῷ; 35, 8 ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. κατὰ τὴν εἰρημένην ἔννοιαν τοῦτο λέγει ὅτι· μόγις, εἰς ἄνθρωπον ἁμαρτών, εἶτα πᾶσαν αὐτῷ θεραπείαν προσαγαγών, δύνῃ ἐξισῶσαι τὴν δικαιοσύνην σου εἰς τὸ ἀπολυτρώσασθαι τὴν ἁμαρτίαν. ὁ δὲ εἰς θεόν τι ἁμαρτήσας, τί δύναται τοιοῦτον πρᾶξαι, ἢ ποίαν δικαιοσύνην ἀντεισαγαγεῖν εἰς ἀπολύτρωσιν; ἔστι δὲ καὶ ἑτέρως νοῆσαι τὰ προκείμενα. ὡς γὰρ τοῦ Ἰὼβ εἰρηκότος· εἰ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; καὶ λέγοντος ἑαυτὸν εἶναι δίκαιον, φησὶν ὁ Ἐλιοὺς ὅτι· κἂν ἥμαρτες κἂν δίκαιος ᾖς, οὐδὲν ἐκ τούτου θεὸς ἢ βλαβήσεται ἢ ὠφεληθήσεται. μὴ οὖν ἐπαίρου ἐπὶ τῇ σῇ δικαιοσύνῃ. 35, 9 ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται. ἄνθρωποι μὲν γάρ, φησίν, συκοφαντούμενοι κεκράξονται ἀπὸ τοῦ πλήθους τῶν κακῶν. 35, 9 βοήσονται ἀπὸ βραχίονος πολλῶν. 302 καὶ ἀπὸ τῶν πολλῶν ὧν πάσχουσι δεινῶν ἐκ τῆς ἰσχύοςτοῦτο γὰρ δηλοῖ ὁ βραχίωντῶν δυνατῶν {οἳ} πρὸς θεὸν βοῶσιν. 35, 10 καὶ οὐκ εἶπεν· ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με; κατ' ἐκείνων δὲ προσέρχονται κράζοντες οἱ ἀδικούμενοι, κατὰ τῶν μὴ λογιζομένων, ὅτι τὸν θεὸν ἔχουσι ποιητήν. 35, 10 ὁ κατατάσσων φυλακὰς νυκτερινάς. μὴ λογιζομένων, ὅτι αὐτὸς ἔταξε μέτρα νυκτί. ἐπειδὴ γὰρ εἰς τέσσαρας φυλακὰς ἡ νὺξ διῄρηται, ἀπὸ τούτων τὰ μέτρα τῆς νυκτὸς ἐσήμανε καὶ ὁ διδάξας ἀνθρώπους αἰνεῖν τὸν θεὸν ἐν ταῖς νυκτεριναῖς φυλακαῖς. μεσονύκτιον, γάρ φησιν ὁ ∆αυίδ, ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. κατὰ δὲ ταύτην τὴν ἔννοιαν καὶ Θεοδοτίων οὕτως ἐκδέδωκεν· _ὁ_ _δ_ι_δ_ο_ὺ_ς_ _α_ἰ_ν_έ_σ_ε_ι_ς_ _ἐ_ν_ _ν_υ_κ_τ_ί_. κατὰ δὲ βαθυτέραν διάνοιαν νυκτὸς ὄντος τοῦ παρόντος βίου διὰ τὴν σύγχυσιν τῆς ἁμαρτίας φύλακας ἡμῖν ἔταξεν ὁ θεός, οἷον ἐντολὰς καὶ ἀγγέλους τοὺς ἡμᾶς φυλάττοντας. {καὶ αὐτός ἐστιν ὁ κατατάσσων φύλακας νυκτερινάς.} 35, 11 ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πτηνῶν οὐρανοῦ. οὐ διελογίσαντο οἱ ἄδικοι, ὡς ἐτιμήθησαν ὑπὲρ τὰ ἐπὶ γῆς ἄλογα καὶ κατὰ ἀέρα διιπτάμενα πετεινά. 35, 12 ἐκεῖ κεκράξονται καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν. ἢ οἱ ἀδικούμενοι ἐκεῖἀντὶ τοῦ· πρὸς θεόνἀπὸ τῆς ὕβρεως τῶν πονηρῶν κεκράξονται, ἵνα ᾖ κατ' ἐρώτησιν τὸ καὶ οὐ μὴ 303 εἰσακούσῃ, ἀντὶ τοῦ· καὶ ἀκούσει αὐτῶν βοώντων ὁ θεός. ἢ οἱ ἄδικοι καὶ ὑπερήφανοι ὑπὸ ἑτέρων πονηρῶν ἀδικούμενοι ἐὰν κράξωσι πρὸς θεόν, οὐκ εἰσακούονται· πρὸς γὰρ τοὺς τοιούτους, φησίν, ἀνεπιστρέπτως ἔχει ὁ θεός. πρὸς ἑκατέραν δὲ ἔννοιαν ἁρμόζει τὰ ἐπαγόμενα. 35, 1314 ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος, αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. εἰρηκὼς τοῦ θεοῦ τὸ μισοπόνηρον καὶ ὡς οὐδὲν διαλανθάνει αὐτὸν τῶν παρὰ ἀνθρώποις πραττομένων, ἀλλὰ καὶ ἐφορᾷ κολαστικῶς τοὺς ἀνόμους, εὐχὴν ἐπέπλεξε τῷ λόγῳ φήσας· καὶ σώσει με. 35, 14 κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν. τί οὖν πρὸς τὸν τοσοῦτον καὶ τηλικοῦτον θέλεις, φησίν,