ἐδοξάσθη ἐν αὐτῷ». πλὴν ἡ διὰ τὸν ὑπὲρ ἀνθρώπων θάνατον δόξα οὐ τοῦ μὴ πεφυκότος ἀποθνήσκειν ἦν μονογενοῦς λόγου καὶ σοφίας καὶ ἀληθείας, καὶ ὅσα ἄλλα εἶναι λέγεται τῶν ἐν τῷ Ἰησοῦ θειοτέρων, ἀλλὰ τοῦ ἀνθρώπου, ὃς ἦν καὶ υἱὸς τοῦ ἀν 32.25.323 θρώπου, γενόμενος ἐκ σπέρματος ∆αβὶδ τὸ κατὰ σάρκα. διόπερ ἀνωτέρω μὲν εἶπεν· «Νῦν ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν «ἀλήθειαν ὑμῖν λελάληκα»· ἐν τοῖς ἐξεταζομένοις δὲ λέγει τὸ «Νῦν 32.25.324 «ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου». τοῦτον δ', οἶμαι, καὶ ὁ θεὸς ὑπερύψωσεν, γενόμενον ὑπήκοον «μέχρι θανάτου, θανάτου δὲ σταυ «ροῦ»· ὁ γὰρ λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν, ὁ θεὸς λόγος, οὐκ ἐπε 32.25.325 δέχετο τὸ ὑπερυψωθῆναι. ἡ δὲ ὑπερύψωσις τοῦ υἱοῦ τοῦ ἀνθρώπου, γενομένη αὐτῷ δοξάσαντι τὸν θεὸν ἐν τῷ ἑαυτοῦ θανάτῳ, αὕτη ἦν, 32.25.326 τὸ μηκέτι ἕτερον αὐτὸν εἶναι τοῦ λόγου ἀλλὰ τὸν αὐτὸν αὐτῷ. εἰ γὰρ «Ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν», ὡς καὶ ἐπὶ τούτου καὶ τοῦ πνεύματος μηκέτι ἂν λέγεσθαι τὸ «∆ύο εἰσίν», πῶς οὐχὶ μᾶλλον τὸ ἀνθρώπινον τοῦ Ἰησοῦ μετὰ τοῦ λόγου λέγοιμεν γεγο νέναι ἕν, ὑπερυψωμένου μὲν τοῦ μὴ ἁρπαγμὸν ἡγησαμένου «τὸ εἶναι «ἴσα θεῷ», μένοντος δὲ ἐν τῷ ἰδίῳ ὕψει ἢ καὶ ἀποκαθισταμένου ἐπ' αὐτὸ τοῦ λόγου, ὅτε πάλιν ἦν πρὸς τὸν θεόν, θεὸς λόγος ὢν ἄν 32.25.327 θρωπος; εἰ δὲ τῷ θανάτῳ τοῦ Ἰησοῦ δοξάσαντος τὸν θεὸν τό τε «Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρ «ρησίᾳ, θριαμβεύσας ἐν τῷ ξύλῳ» καὶ τὸ «Εἰρηνοποιήσας διὰ τοῦ «αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς «οὐρανοῖς» * * * ἐν τούτοις γὰρ πᾶσιν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώ που, καὶ τοῦ θεοῦ δοξασθέντος ἐν αὐτῷ. 32.26.328 Ἐπεὶ δὲ ὁ δοξαζόμενος ὑπό τινος δοξάζεται, ζητήσεις ἐν τῷ «Ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου» τὸ ὑπὸ τίνος; ὁμοίως δὲ 32.26.329 καὶ ἐν τῷ «Ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ». ὑπὲρ δὲ τῆς τῶν ῥητῶν σαφηνείας ἐπιμελῶς προσχῶμεν πρώτῳ μὲν λεγομένῳ τῷ «Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου»· δευτέρῳ δὲ τῷ «Καὶ ὁ θεὸς «ἐδοξάσθη ἐν αὐτῷ»· τρίτῳ δὲ τοιούτῳ συνημμένῳ «Εἰ ὁ θεὸς ἐδο ξάσθη ἐν αὐτῷ, καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ»· τετάρτῳ δὲ 32.26.330 τῷ «Καὶ εὐθὺς δοξάσει αὐτόν». ἐὰν μὴ ἄρα τοῦτο φάσκῃ τις ἀνα λαβεῖν εἰς συμπλοκὴν τὴν ἐν τῷ λήγοντι τοῦ συνημμένου, ἵνα ἄρ χηται μὲν τὸ συνημμένον ἀπὸ τοῦ «Ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ», λήγῃ δὲ εἰς τὸ «Καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει «αὐτόν», ἀναγκαίως δὲ προσχῶμεν τῷ τῆς δόξης ὀνόματι, οὐ κειμένῳ ἐπὶ τοῦ παρά τισι τῶν Ἑλλήνων μέσου πράγματος, καθ' ὃ ὁρί ζονται εἶναι δόξαν τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, δῆλον ὅτι ἐπ' ἄλλου παρὰ τοῦτο κεῖται ὄνομα ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ οὕτω εἰρη 32.26.331 μένου· «Καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή. καὶ οὐκ ἠδυνάσθη «Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν 32.26.332 «ἐπ' αὐτὴν ἡ νεφέλη καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή». καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τοῦτο ἀναγεγραμμένον τοῦτον τὸν τρόπον· «Καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη 32.26.333 «ἔπλησεν τὸν οἶκον κυρίου. καὶ οὐκ ἐδύναντο οἱ ἱερεῖς στῆναι λει «τουργίαν ἐνώπιον τῆς νεφέλης, ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον». 32.26.334 καὶ περὶ τῆς Μωϋσέως δὲ δόξης ἐν τῇ Ἐξόδῳ τοιαῦτα λέλεκται· «Ὡς δὲ κατέβαινε Μωϋσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες τῆς δια «θήκης ἐπὶ τῶν χειρῶν Μωϋσῆ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ «ὄρους, καὶ Μωϋσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς «τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. καὶ εἶδεν Ἀαρὼν «καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ τὸν Μωϋσῆν, καὶ ἦν δεδοξασμένη ἡ «ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ· καὶ ἐφοβήθησαν ἐγγίσαι «αὐτῷ». 32.27.335 Τοῦτο τὸ περὶ τῆς δόξης σημαινόμενον καὶ ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ διὰ τούτων δηλοῦται· «Καὶ ἐγένετο ἐν τῷ προσ «εύχεσθαι αὐτὸν ἡ ἰδέα τοῦ προσώπου αὐτοῦ ἑτέρα, καὶ ἠλλοιώθη «ὁ ἱματισμὸς αὐτοῦ καὶ ἐγένετο λευκός, ἐξαστράπτων. καὶ ἰδοὺ ἄν «δρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας· οἳ «ὀφθέντες ἐν δόξῃ