∆ιεμέμφοντο μὲν οὖν τὸν βασιλέα Ῥωμαῖοι, διότι μὴ ἐπικερδῶς ὑφῆκε τῆς μάχης· ὅμως δὲ τοῖς παροῦσιν ἀντεπράττοντο· καὶ αὖθις τοὺς πολεμίους τρέπουσιν εἰς φυγήν. Ὁ δὲ βασιλεὺς παρῆν ἱππότης μὲν, καὶ ἐπερρώννυε τὸν στρατὸν, ἄοπλος δὲ, τῇ τῆς εὐτυχίας ἐλπίδι μόνῃ θαρρῶν. Ἐξ ἀφανοῦς δὲ ἀκόντιον φέρεται κατ' αὐτοῦ, καὶ διὰ βραχίονος διαδραμὸν εἰς τὴν πλευρὰν εἰσέδυ. Ἐκ ταύτης δὲ τῆς πληγῆς τὸν βίον κατέστρεψεν, ἀδήλου γενομένου τοῦ ἀνελόντος αὐτόν· οἱ μὲν γὰρ ὑπό τινος Πέρσου αὐτομόλου βληθῆναι φασίν· οἱ δὲ ὑπὸ οἰκείου στρατιώτου, ὡς ὁ πολὺς λόγος κρατεῖ. Κάλλιστος δὲ, ὁ ἐν τοῖς οἰκεῖοις τοῦ βασιλέως στρατευόμενος, ἱστορήσας τὰ κατ' αὐτὸν ἐν ἡρωϊκῷ μέτρῳ, τὸν τότε πόλεμον διηγούμενος, ὑπὸ δαίμονος βληθέντα τελευτῆσαι φησίν. Ὅπερ τυχὸν μὲν ὡς ποιητὴς ἔπλασε, τυχὸν δὲ καὶ οὕτως ἔχει· πολλοὺς γὰρ ἐριννύες μετῆλθον. Ἢ ὅπως δ' ἂν ἔχοι τὰ κατ' αὐτὸν, ἀλλ' οὖν ἐκεῖνά γε οὐκ ἐλάνθανεν, ὡς ἦν ὁ ἀνὴρ διὰ προθυμίαν οὐκ ἀσφαλὴς, δι' εὐπαιδευσίαν κενόδοξος, δι' ἐπιείκειαν πεπλασμένην εὐκαταφρόνητος. Ἰουλιανὸς μὲν οὖν ἐν τῇ τετάρτῃ ἑαυτοῦ ὑπατείᾳ, ἣν ἅμα Σαλουστίῳ ἐδεδώκει, περὶ τὴν ἕκτην καὶ εἰκάδα τοῦ Ἰουνίου μηνὸς, ἐν τῇ Περσῶν χώρᾳ, ὡς ἔφην, τὸν βίον κατέλυσεν. Τοῦτο δὲ ἔτος ἦν τρίτον τῆς βασιλείας αὐτοῦ, ἕβδομον δὲ ἀφ' οὗ Καῖσαρ ἀπὸ Κωνσταντίου προεβλήθη, τριακοστὸν δὲ καὶ πρῶτον ἦν τῆς ζωῆς αὐτοῦ. 3.22 Περὶ τῆς ἀναγορεύσεως Ἰοβιανοῦ. Οἱ δὲ στρατιῶται ἐν μεγίστῃ περιστάσει γενόμενοι, μηδὲν ὑπερθέμενοι, τῇ ἑξῆς ἡμέρᾳ ἀναδεικνύουσι βασιλέα Ἰοβιανὸν, ἄνδρα γενναῖον καὶ εὐγενῆ· ὅστις χιλίαρχος ὢν ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις νόμῳ προὐτίθει, ἢ θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι προῃρεῖτο ἢ ἐκτελεῖν ἀσεβοῦς βασιλέως ἐπίταγμα. Ἀλλὰ Ἰουλιανὸς μὲν τῇ ἀνάγκῃ τοῦ ἐπικειμένου πολέμου ἐν τοῖς στρατηγοῦσιν εἶχε τὸν ἄνδρα. Τότε δὲ αἱρεθεὶς εἰς τὸ βασιλεῦσαι παρῃτεῖτο· βίᾳ τε ἑλκόμενος ὑπὸ τῶν στρατιωτῶν, ἐβόα, «μὴ βούλεσθαι» λέγων «βασιλεύειν ἀνθρώπων Ἑλληνίζειν προαιρουμένων, αὐτὸς ὢν Χριστιανός.» Ὡς οὖν φωνὴ κοινῇ πάντων ἐγίνετο, ὁμολογοῦσα καὶ αὐτοὺς εἶναι Χριστιανοὺς, δέχεται μὲν τὴν βασιλείαν. Ἐν στενῷ δὲ ἐξαίφνης ἀποληφθεὶς ἐν τῇ Περσῶν, καὶ τῶν στρατιωτῶν λιμῷ φθειρομένων, κατέλυσεν ἐπὶ συνθήκαις τὸν πόλεμον· αἱ συνθῆκαι δὲ πρὸς μὲν τὴν δόξαν Ῥωμαίων ἦσαν ἀπρεπεῖς, πρὸς δὲ τὸν καιρὸν ἀναγκαῖαι. Ζημιωθεὶς γὰρ τοὺς Σύρους τῆς ἀρχῆς, καὶ παραδοὺς τοῖς Πέρσαις τὴν ἐν Μεσοποταμίᾳ Νίσιβιν πόλιν, ἐξήλαυνεν ἐκεῖθεν. Τούτων διαγγελθέντων, Χριστιανοὶ μὲν ἀνερρώννυντο, οἱ δὲ τὴν θρησκείαν Ἕλληνες πένθος ἐποιοῦντο τὴν Ἰουλιανοῦ τελευτήν. Τὸ στρατιωτικὸν δὲ σύμπαν τὴν ἀφύλακτον αὐτοῦ θερμότητα διεμέμφοντο, καὶ τὴν αἰτίαν τῆς ζημίας τῶν ὅρων εἰς αὐτὸν ἀνέφερον, ὅτι ὑπὸ αὐτομόλου Πέρσου ἀπατηθεὶς τὰ σιτηγοῦντα διὰ τῶν ποταμῶν πλοῖα κατέκαυσε, διὸ καὶ λιμῷ περιέπεσεν ὁ στρατός. Τότε δὴ καὶ ὁ σοφιστὴς Λιβάνιος θρῆνον ἐπὶ Ἰουλιανῷ συνέταττεν, ὃν «Ἰουλιανὸν» ἤτοι «ἐπιτάφιον» ἐπέγραψεν. Ἐν ᾧ λόγῳ πάντα σχεδὸν τὰ κατ' αὐτὸν ἐγκωμιαστικῶς διεξῆλθε· μνημονεύσας καὶ τῶν βιβλίων ὧν «κατὰ Χριστιανῶν» Ἰουλιανὸς συνέθηκε, καὶ ὡς εἴη ἐν αὐτοῖς «γέλωτα καὶ φλήναφον» ἀποδείξας τὰς Χριστιανῶν βίβλους. Εἰ μὲν οὖν τὰ ἄλλα τοῦ βασιλέως ὁ σοφιστὴς ἐνεγκωμίαζεν, ἡσύχως ἂν ἐπὶ τὰ ἐχόμενα τῆς ἱστορίας ἐβάδιζον. Ἐπειδὴ δὲ ὡς δεινὸς ῥήτωρ, τῇ μνήμῃ τῶν Ἰουλιανοῦ βιβλίων τοῦ Χριστιανισμοῦ καθάπτεται, διὰ τοῦτο εἰπεῖν καὶ ἡμεῖς ὀλίγα περὶ τούτων προαιρούμεθα, πρότερον θέντες αὐτοῦ τὰ ῥήματα. 3.23 Πρὸς Λιβάνιον τὸν σοφιστὴν ἀντιλογία περὶ Ἰουλιανοῦ. Τοῦ χειμῶνος, φησὶ, τὰς νύκτας ἐκτείνοντος, ἐπιθέμενος ὁ βασιλεὺς ταῖς βίβλοις, αἳ τὸν ἐκ Παλαιστίνης ἄνθρωπον Θεόν τε καὶ Θεοῦ παῖδα ποιοῦσι, μάχῃ τε μακρᾷ καὶ ἐλέγχων ἰσχύϊ γέλωτα ἀποφῄνας καὶ φλήναφον τὰ τιμώμενα, σοφώτερος ἐν τοῖς αὐτοῖς δέδεικται τοῦ Τυρίου γέροντος. Ἵλεως δὲ οὗτος ὁ Τύριος εἴη, καὶ δέχοιτο εὐμενῶς τὸ ῥηθὲν, ὡς ἂν υἱῷ ἡττώμενος. Ταῦτα μὲν τὰ