95
ἐν τοῖς λαοῖς." Τὰ μεγάλας συμ φορὰς καὶ διηγούμενοι καὶ ἀκούοντες, κινεῖν τὰς κε φαλὰς εἰώθαμεν, ὑπ' ἐκπλήξεως τοῦτο δρᾷν βιαζόμε νοι. Εἰώθαμεν δὲ καὶ πάθη πάθεσι παραβάλλειν, καὶ λέγειν ὅτι τοιαῦτα ἔπαθεν ὁ δεῖνα, οἷα ὁ δεῖνα. Τοῦτο κἀνταῦθα ὀδύρονται, ὅτι παραβολὴ γεγενή μεθα τοῖς ἀνθρώποις, καὶ κινοῦσιν ἐφ' ἡμῖν τὰς κε φαλάς· οἱ μὲν ἐφηδόμενοι, οἱ δὲ τὴν ὑπερβολὴν τῶν γεγενημένων θαυμάζοντες. ιʹ, ιζʹ. "Ὅλην τὴν ἡμέραν ἐντροπή μου κατ εναντίον μου ἐστὶ, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με. Ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλα λοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος." Ἐγὼ δὲ τοὺς μὲν πολεμοῦντας, τοὺς δὲ γελῶντας καὶ ἐπιτωθάζοντας βλέπων, αἰσχύνης ἀναπίμπλαμαι, καὶ πᾶσαν ἡμέραν ὀδυνῶμαι. Εἶτα τὴν οἰκεῖαν διεξίασιν ἀρετὴν οἱ τὰς Ἀντιόχου πάγας διαφυ γόντες, καὶ τῆς ἀσεβείας τὰς ἄρκυς ὑπερπηδήσαν τες. ιηʹ, ιθʹ. "Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν." Ὑπὸ τοσούτων δὲ περικλυσθέντες δεινῶν, οὐκ ἐδεξάμεθα λήθην τῶν σῶν ἐντολῶν, οὔτε παραβῆ ναι τὸν σὸν ἐτολμήσαμεν νόμον, οὐδὲ τῆς προτέρας ἐξετράπημεν γνώμης. "Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. [κʹ.] Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώ σεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου." Τὸ "ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου," ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, Οὐ μετεκλίθη τὰ ὑπορθοῦντα ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου. Ἵνα δὲ καὶ τῶν Ἐβδομήκοντα τὴν διάνοιαν ἑρμηνεύσωμεν, οὕτω νοήσωμεν· Πολλοῖς ἡμᾶς, φησὶ, καὶ παντοδα ποῖς περιέβαλες ἀλγεινοῖς, ἅπερ ἱκανὰ ἦν καὶ ἐκτρέ ψαι τῆς ὁδοῦ σου· παρέδωκας δὲ καὶ εἰς δουλείαν ἡμᾶς δυσσεβέσιν ἀνθρώποις, ὠμότητι καθ' ἡμῶν κε χρημένοις, καὶ θανατηφόρους ἡμῖν τιμωρίας ἐπάγου σιν. Σκιὰν γὰρ θανάτου τοὺς πρὸς θάνατον ἄγον τας κινδύνους ἐκάλεσεν. καʹ, κβʹ. "Εἰ ἐπελαθόμεθα ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον. Οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. Ὅτι ἕνεκά σου θα νατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρό 80.1185 βατα σφαγῆς." Ταύτην ἐπεδείξαντο τὴν ἀρετὴν οἱ Μακκαβαῖοι, καὶ οἱ περὶ τὸν Ματταθίαν, καὶ οἱ ἑπτὰ νεανίαι σὺν τῇ μητρὶ καὶ Ἐλεαζάρῳ τῷ ἱερεῖ. Οὔτε γὰρ κολακείαις κατεθέλχθησαν, οὔτε τιμω ρίαις ἐκάμφθησαν, ἀλλὰ τοῦ ἀληθοῦς Θεοῦ τὸ σέβας ἀνέπαφον διετήρησαν, καὶ τῶν εἰδώλων τὴν θερα πείαν ὡς μυσαρὰν ἐβδελύξαντο. Καὶ ταῦτα, φησὶ, σὺ οἶδας, ∆έσποτα. Σοὶ γὰρ οὐ μόνα τὰ πράγματα δῆλα, ἀλλὰ καὶ τὰ τῆς ἐννοίας κινήματα. Ἐπισημήνασθαι δὲ προσήκει, ὅτι δυάδα προσώπων ὁ λόγος ᾐνίξατο. Εἰρηκὼς γὰρ, "Οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Αὐ τὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας·" ἐπήγα γεν, "Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέ ραν." Ταύτην δὲ τὴν τῆς ἀντωνυμίας ἐναλλαγὴν καὶ ὁ Ἑβραῖος ἔχει, καὶ οἱ λοιποὶ τεθείκασιν ἑρμη νευταί. κγʹ. "Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς, Κύριε; ἀνάστη θι, καὶ μὴ ἀπώσῃ εἰς τέλος." Ὕπνον τὴν μα κροθυμίαν καλεῖ· καθάπερ γὰρ ὁ καθεύδων οὐκ αἰ σθάνεται τῶν γιγνομένων, οὕτως ὁ μακροθυμίᾳ χρώ μενος, καὶ παροινούμενος, καὶ προπηλακιζόμενος φέρει. Ἀνάστασιν δὲ τὴν ἐπὶ τιμωρίαν κίνησιν ὀνομάζει. Εἶτα τὰ αὐτὰ πάλιν ἑτέρως λέγει. κδʹ. "Ἱνατί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπι λανθάνῃ τῆς πτωχείας ἡμῶν, καὶ τῆς θλίψεως ἡμῶν." Παρορᾷς, φησὶ, τὰ καθ' ἡμῶν γινόμενα, ∆έσποτα, καὶ ἔοικας ἀποστρεφομένῳ, καὶ οὐ θεωμέ νῳ, ἀλλ' ἐπιλελησμένῳ, καὶ τούτου χάριν οὐ κηδομέ νῳ· ἡμεῖς δὲ πτωχεύομεν, τῆς ἐπικουρίας τὸν πλοῦ τον οὐκ ἔχοντες. κεʹ. "Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. Ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Μέχρι τῆς γῆς αὐτῆς κατεκάμφθημεν, ὡς τὴν γαστέρα ἡμῶν αὐτῇ πελάσαι τῇ γῇ· διὰ δὲ τούτων τὴν πολλὴν ση μαίνει ταπείνωσιν, καὶ τῶν πολεμίων τὸ κράτος. κʹ. "Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρω σαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου." Οὗ δὴ χάριν ἀντιβολοῦμέν σε, ∆έσποτα, ἐπιφανῆναι, καὶ λῦσαι τὰς συμφορὰς, καὶ κρείττους ἀποφανῆναι τῶν δυσ μενῶν. Ταῦτα δὲ ἅπαντα προεῖπεν ἡ τοῦ Πνεύματος