95
ψυχῆς μαρτυρόφρονος, ταῦτα καρδίας ζητούσης τὸν θεὸν ἐξ ὅλης δυνάμεως. ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν, ὅτι γυνὴ συγκλητικὴ ἦρεν ὁμολογίας Χριστοῦ στέφανον, ἀκουέτω ἀνατολὴ καὶ δύσις ὅτι καὶ νῦν τὸ χρυσοῦν γένος τῶν μακαρίων θηλειῶν ἐξ ὧν Θέκλα καὶ Φεβρωνία ἀνατέταλκε. τί γάρ; εἰ καὶ μὴ ἐσφάγης, ἀλλὰ τῇ προθέσει καὶ τοῖς παρακολουθήμασιν εἵλου τὸ πάθος. μακαρία εἶ ἐν γυναιξί, τρισμακαρία εἶ ἐν μητράσι. ποῦ ποτ' ἂν εἶεν αἱ λοιπαὶ μητέρες; ποῦ ποτ' ἂν αἱ ἐν τοῖς μεγίστοις ἀξιώμασι τελοῦσαι; μία ἐκ πασῶν καὶ πρὸ πασῶν σὺ ἠρίστευσας, σὺ δέδωκας καιρίαν πληγὴν τῷ διαβόλῳ. Ἀλλ' ἐπεὶ οὐχ ὁ ἐναρξάμενος ἤδη τοῦ καλοῦ μακαριστός, ἀλλ' ὁ εἰς πέρας ἀγαγὼν τὴν καλὴν ἐγχείρησιν, δέομαί σου, δέσποινά μου αἰδέσιμε, τόνωσόν σου τὸ πνεῦμα ἐπὶ τέλει τῶν ἀγώνων, βίου εὐκλεοῦς συγγραφὴν τοῖς μεταγενεστέροις τὴν σαυτῆς ζωὴν ἐγκαταλιμπάνουσα. τοῦτο δὲ παρακαλῶ καὶ ὑπομνήσκω, πεφεισμένως ἔχειν σε τοῦ σώματός σου τῆς ὑγείας· οἶδα γάρ σου τὸ ἀκρατὲς τῆς προθυμίας. χρῶ τοῖς ῥωννύειν σε δυναμένοις· παρηγοροῦ ἑαυτήν, ἱκανὸν τὸ ἆθλον τῆς στερήσεως πάντων. Σοὶ μὲν τῇ μητρὶ ταῦτα ὡς ἐν βραχέσι. τί δὲ φῶμεν τῇ κυρίᾳ θυγατρὶ καὶ παρομαρτούσῃ σου τῇ ἀρετῇ; ἐξ ἀγαθῆς ῥίζης ἀγαθὸς ἐβλάστησας καρπός. μὴ λυποῦ ὅτι ἐστερήθης τοῦ ὁμοζύγου· εἰ γὰρ παρῆν, οὐκ ἂν ἐν οἷς εἶ νῦν κατελαμβάνου, μετὰ μητρὸς μέν, ἀλλὰ καὶ μάρτυρος, μετὰ πατρός, ἀλλὰ πλέον μετὰ τοῦ ἄνω καὶ ἀθανάτου, οὐκέτι ὡς ἐν σαρκί, ἀλλ' ὑπὲρ σάρκα. ἄλειφε τὴν τεκοῦσάν σε μάρτυρα, παρακαλῶ, συνδιάμειβε τὸ τῆς ἐξορίας ἆθλον, καθὰ καὶ ποιεῖς, ὑπηρέτει ὁμολογηστρίᾳ Χριστοῦ. ἀρκεῖ σοι εἰς εὐδοξίαν καὶ σωτηρίαν ἡ συνοίκησις καὶ συνάθλησις. ταῦτα ἐξ ἀγάπης πνευματικῆς, ἐκ φροντίδος μοι περιπονητικῆς· ἐπεί, ὡς εἴρηται, ἴσμεν σοφήν σε οὖσαν πάντα ποιεῖν ὅσα ὁ λόγος ἀπαιτοίη. Ἀπεδεξάμην καὶ νῦν τὰς προσφοράς σου καὶ ἕως ποτὲ ἄρτι ἐν ἐξορίᾳ. ἀλλὰ παντὶ ὁ πόθος πρᾶγμα εὐάνυστον. ἀνενεχθείησαν πάντα εἰς ὀσμὴν εὐωδίας τῷ Χριστῷ. εὔχεσθε καὶ αὐταὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. 88 {1Μόσχῳ λαϊκῷ}1 Πολλά σου τὰ ἀγαθά, θεοφιλέστατε δέσποτα, ἃ ἐφ' ἡμῖν τοῖς ταπεινοῖς οὐ μόνον εἰργάσω, ἀλλὰ καὶ ἔτι ἐργάζῃ (τί οὐ παρηγορούμενος; τί οὐκ ἀποστέλλων;), μεθ' ὧν καὶ τὰ νῦν πλεῖστα καὶ ἡδυτερπῆ. καὶ τίς ὁ ἀνταποδιδοὺς ἀλλ' ἢ ὁ ἀγαθὸς θεός; δι' ὧν ποιεῖς ἔδειξάς σου τὴν ἀγάπην ἀναλλοίωτον, ἐφανέρωσάς σου τὰς ἀστραπὰς τῆς προθέσεως διᾳττούσας. ἐκ πόσου γὰρ τόπου διεκτοπισμένος καὶ ὅμως ἀπολαύω σου τῶν ἀγαθῶν, μετὰ τὸ καὶ τοὺς εἰσιόντας ἀδελφοὺς κόπους σοι παρέχειν· τοὺς μέν, ὡς ἀκήκοα, καὶ νοσηλευθέντας ἐν τῇ Ἀβραμιαίᾳ σου καὶ εὐλογημένῃ ἑστίᾳ, διὰ τὸ καταγώγιον αὐτὴν εἶναι πολλῶν μοναχῶν καὶ τροφευτήριον ὀρφανῶν. ὁ τῶν ὀρφανῶν σε πατὴρ θεὸς διαθρέψειεν εἰς αἰῶνας· ὁ Ἀβραάμ σε περιθάλψειεν ἐν κόλποις ὡς ὁμόζηλον σὺν ταῖς κυρίαις ταῖς ἀδελφαῖς, μεθ' ὧν θεραπεύεις Χριστόν. ἰδοὺ δή, τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; καὶ ἐφ' ὑμῖν πεπλήρωται. ἀπήλαυσά σου τῶν ἀγαθῶν διαπορευόμενος τὴν ἐξορίαν ἐκ τοῦ εὐλογημένου σου προαστείου τῆς Προύσης· ἰδοὺ καὶ πόρρωθεν ὢν δεξιοῦσαι ἡμᾶς. Πληθυνθείη σοι πάντα τὰ καλὰ πνευματικῶς τε καὶ σωματικῶς, φυλαχθείης μοι ἀσινὴς κατὰ σώματος ὑγίειαν καί γε κατὰ ψυχὴν ἐξ ἀκοινωνησίας τῶν χριστομάχων αἱρετικῶν. 89 {1Εὐσχήμονι Λαμψάκου}1 Ἔγνων ὡς ἡ ὁσιότης σου εἴληπται ὑπὸ τῶν διωκτῶν· καὶ τοῦτο τῆς προνοίας, ἵνα καὶ διὰ τῆς σῆς ὁμολογίας ὑπηρεισθῇ καὶ ἑδραιωθῇ ἡ τοῦ θεοῦ ἐκκλησία ἐκ τοῦ καταλαβόντος αὐτὴν ἐξ ἀσεβείας σεισμοῦ. οἷα γὰρ ὁρᾷς, ὦ φιλότης, τὰ πτώματα· πῶς εὐαρίθμητοι σχεδὸν οἱ ἀκατάβλητοι ἐξ ἁπάντων βαθμῶν, πάντες δὲ ὕπτιοι. ὢ τῆς ἐξαφθείσης ὀργῆς· ὢ τῆς ἐπὶ τὰ πάλαι ἀναδρομῆς. ἐγενήθημεν ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε ἀφῄρητο ὁ τῆς ἐκκλησίας κόσμος καὶ διεσχέδαστο νόμος θεοῦ. τοιαῦτα τὰ παρόντα, ἐλεεινά, σκυθρωπά· θυσιαστήρια καθυβρισμένα δι' ἀτιμίας τῶν ἁγίων εἰκόνων, ναοὶ βεβηλούμενοι διὰ τῶν ἐναγῶν