95
δὲ αὐτὸν φυγόντα ᾔσθοντο Οὐανδῆλοι, καὶ οἱ πολέμιοι ἤδη ἑωρῶντο, τότε δὴ οἵ τε ἄνδρες καὶ αἱ γυναῖκες καὶ τὰ παιδία ἐθορύβουν τε καὶ ἐκώκυον καὶ οὔτε χρημάτων μετεποιοῦντο οὔτε τῶν φιλτάτων ὀδυρομένων, ἀλλ' ἕκαστος ἔφυγεν, ὅπου ἠδύνατο. ἐπελθόντες δὲ οἱ Ῥωμαῖοι τό τε στρατόπεδον αἱροῦσιν, καὶ ἐπιδιώξαντες τὴν νύκτα ὅλην ἄνδρας μέν, ὅσοις ἐνέτυχον, ἔκτειναν, παῖδας δὲ καὶ γυναῖκας ἐν ἀνδραπόδων λόγῳ ἐποιοῦντο, χρήματα δὲ τοσαῦτα τὸ πλῆθος εὗρον, ὅσα οὐδεπώποτε ἐν ἑνὶ χωρίῳ τετύχηκεν εἶναι. τὴν γὰρ Ῥωμαίων ἀρχὴν ληϊσάμενοι χρήματα εἰς Λιβύην πολλὰ μετήνεγκαν· καὶ τῆς χώρας αὐτῆς ἀγαθῆς οὔσης καὶ εὐκάρπου, χρημάτων πρόσοδοι αὐτοῖς πολλαὶ γεγόνασιν. ἐνενήκοντα πέντε γὰρ ἔτη Οὐανδῆλοι Λιβύης ἐκράτησαν, καὶ πολὺν πλοῦτον συναγαγόντες, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τὰς τῶν Ῥωμαίων χεῖρας ὁ πᾶς πλοῦτος ἐπανῆκεν. ἐν τρισὶ γὰρ μησὶ πολε197 μήσας ὁ Βελισάριος ἀπὸ τοῦ Ὀκτωβρίου μηνὸς εἰς τὸ τέλος τοῦ ∆εκεμβρίου πᾶσαν τὴν Λιβύην ὑπέταξεν. ἀπέστειλε δὲ Ἰωάννην τὸν Ἀρμένιον σὺν διακοσίοις ἐπιλέκτοις διώκειν τὸν Γελίμερα ἕως αὐτὸν ζῶντα ἢ νεκρὸν λάβῃ. ὃς φθάσας τὸν Γελίμερα ἤμελλε λαμβάνειν, εἰ μὴ συνηνέχθη πρᾶγμα τοιόνδε. Οὐλίαρίς τις τῶν Βελισαρίου δορυφόρων συνῆν τῷ Ἰωάννῃ, ὃς οἴνῳ μεμεθυσμένος ἰδὼν ὄρνιν ἐπὶ δένδρου καθημένην, ἐντείνας τὸ τόξον κατ' αὐτῆς ἔβαλεν· καὶ τῆς μὲν ὄρνιθος ἀπέτυχεν, τὸν δὲ Ἰωάννην ὄπισθεν εἰς τὸν αὐχένα ἔβαλεν. ὁ δὲ καιρίαν πληγεὶς τέθνηκε πολὺ αὑτοῦ πένθος βασιλεῖ τε Ἰουστινιανῷ καὶ Βελισαρίῳ καὶ πᾶσι Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπολιπών. οὕτω Γελίμερ διαφυγὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπὶ Μαυρουσίους ἐχώρει. Βελισάριος δὲ τοῦτον διώξας εἰς Παππούαν τὸ ὄρος ἀπέκλεισεν εἰς τὰ ἔσχατα Νουμιδίας. τοῦτο δὲ παρακαθίσας διὰ τοῦ χειμῶνος, λειψάντων αὐτῷ πάντων τῶν ἐπιτηδείων, (ἄρτος γὰρ παρὰ Μαυρουσίοις οὐ γίνεται, οὔτε οἶνος, οὔτε ἔλαιον, ἀλλὰ τὰ ὄλυρα καὶ τὰς κριθὰς ὡς ἄλογα ζῶα ἄνεφθα ἐσθίουσιν.) τούτοις Γελίμερ περιπεσὼν γράφει πρὸς Φαρᾶν, ὃν Βελισάριος κατέλιπε φυλάσσειν αὐτόν, πεμφθῆναι αὐτῷ κιθάραν καὶ ἄρτον ἕνα καὶ σπόγγον. ὁ δὲ Φαρᾶς διηπόρει, τί ἂν εἴη τοῦτο, ἕως ἂν ὁ τὴν ἐπιστολὴν κομίσας εἶπεν, ὡς ἄρτον μὲν ἐπιθυμεῖ θεάσασθαι Γελίμερ, μὴ ἰδὼν ἄρτον, ἀφ' οὗ ἀναβέβηκεν, σπόγγον δὲ διὰ τὸ τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἀλουσίας κακοῦσθαι, ὅπως τῷ σπόγγῳ τούτους παραμυθήσηται· κιθάραν δὲ κιθαριστῇ ἀγαθῷ ὄντι, ὅπως τὴν συμφορὰν τὴν παροῦσαν τῇ κιθάρᾳ θρηνήσῃ καὶ ἀποκλαύσηται. ταῦτα ἀκούσας Φαρᾶς περιαλγήσας τε καὶ τύχην τὴν ἀνθρωπείαν ἀπολοφυρόμενος, κατὰ τὰ γεγραμμένα ἐποίει καὶ πάντα ἔπεμπεν, ὅσα ἔχρηζε τῷ Γελίμερι. τοῦ δὲ χειμῶνος παρελθόντος, δεδιὼς ὁ Γελίμερ τὴν 198 πολιορκίαν Ῥωμαίων καὶ ἐλεήσας τὰ τῶν συγγενῶν τέκνα σκώληκας ἐν αὐτῇ τῇ ταλαιπωρίᾳ πεποιηκότα, ἐθηλύνθη τε τὴν διάνοιαν καὶ πρὸς Φαρᾶν ἔγραψεν, ὅπως τὰ πιστὰ λαβών, αὐτός τε καὶ οἱ σὺν αὐτῷ πρὸς Βελισάριον παραγένωνται. ὁ δὲ ὅρκῳ τοῦτον πληροφορήσας, λαβὼν ἅπαντας εἰς Καρχηδόνα ἧκεν. Βελισάριος δὲ τοῦτον περιχαρῶς ἐδέξατο, ὁ δὲ Γελίμερ γελῶν πρὸς Βελισάριον εἰσῆλθεν· ὃν οἱ μὲν τῇ ὑπερβολῇ τοῦ πάθους ἐκστάντα τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα· οἱ δὲ φίλοι τούτου ἀγχίνουν τε τὸν ἄνθρωπον λογίζεσθαι, ὅτι βασιλέα ὄντα καὶ βασιλικοῦ γένους καὶ δύναμιν ὀχυρὰν ἔχοντα καὶ χρήματα μεγάλα, ἄφνω εἰς φυγήν τε * καὶ κακοπάθειαν τὴν ἐν Παππούᾳ ὑποστάντα καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι. Βελισάριος δὲ τοῦτον σὺν τοῖς ἄρχουσι πᾶσι τῶν Οὐανδήλων οὐκ ἐν ἀτιμίᾳ ἐφύλαττεν, ὅπως πρὸς βασιλέα Ἰουστινιανὸν τοῦτον ἀπαγάγῃ εἰς τὸ Βυζάντιον. Κύριλλον δὲ εὐθὺς Βελισάριος σὺν τῇ κεφαλῆ Τζάτζωνος εἰς Σαρδὼ τὴν νῆσον πέμψας, ἣ Κύρνος ἐκαλεῖτο πρότερον, ταύτην Ῥωμαίοις ὑπέταξεν. εἰς δὲ Καισάρειαν τὴν ἐν Μαυριτανίᾳ Ἰωάννην ἕτερον ἀποστείλας, ἥτις τριάκοντα ἡμερῶν ὁδὸν ἀπέχει