Ep. XVI. To Eusebius, Bishop of Cæsarea.
Ep. XVII. To Eusebius, Archbishop of Cæsarea.
Ep. XVIII. To Eusebius of Cæsarea.
Ep. XLI. To the People of Cæsarea, in His Father’s Name.
Ep. XLII. To Eusebius, Bishop of Samosata.
Ep. XLIX. To Basil. (The Praises of Quiet.)
Ep. LXIII. To Amphilochius the Elder.
Ep. CI. To Cledonius the Priest Against Apollinarius.
Ep. CII. Against Apollinarius The Second Letter to Cledonius.
Ep. CLIII. To Bosporius, Bishop of Colonia.
Ep. CLVII. To Theodore, Archbishop of Tyana.
Ep. CLXXI. To Amphilochius, Bishop of Iconium.
Ep. CXCVII. A Letter of Condolence on the Death of His Sister Theosebia.
Ep. CXCII.
[192] ΣΤΑΓΕΙΡΙΩΙ
Παρρησιάσομαί τι πρὸς σέ: καὶ γὰρ πέφυκα οὕτω, καὶ βούλομαι. Εἰ μὴ μεταδοίης ἡμῖν τὸν Νικόβουλον, ἀδικήσεις: φίλῳ τε γὰρ ἐσόμεθα προσκεκρουκότες καὶ παρὰ σοῦ μηδὲν ἔχοντες πλέον. Εἰ δὲ δοίης ὅσον ἐλπίζομεν, εὐγνωμονήσεις, καὶ ἀμφότερα ἡμῖν ὡς κάλλιστα ἕξει. Ἐκείνῳ μὲν γὰρ ἀπολογησόμεθα, σὲ δὲ ἐπαινεσόμεθα. Εἰ δὲ δίδως ἡμῖν καὶ παραινέσαι σοι πατρικῶς, ἀλλὰ μὴ τῇ συνηθείᾳ τοῦ ἄρχειν τὴν συμβουλὴν διαπτύσῃς: δέξαι λόγον ἀνδρὸς τὰ τοιαῦτα οὐκ ἀμαθοῦς. Κατάθεσθέ ποτε τὰ ὅπλα καὶ τὰς σφενδόνας καὶ τὰς δεινοτέρας μελίας, τὰς γλώσσας, αἷς ἀλλήλους βάλλετέ τε καὶ τιτρώσκετε, καὶ ταῦτα ἐν ἐπαινέταις τοῖς σπουδασταῖς. Καὶ κατάθεσθε τοσούτῳ μᾶλλον, ὅσον προχειρότερον τοῦτο τῶν ὅπλων ἐστίν: ἵνα μὴ κακίας μᾶλλον ἢ ἀρετῆς ἐξηγῆσθε τοῖς νέοις, καὶ εἰ μὴ τοῖς λόγοις, ἀλλὰ τοῖς πράγμασιν: οἷς γάρ τις χαίρει γινομένοις, ταῦτα καὶ σιωπῶν συμβουλεύει. Ἂν οὕτω ποιῆτε, ὑμᾶς τε αὐτοὺς ὀνήσετε καὶ ἡμᾶς φίλους ἕξετε καὶ οὐ ψεύσεσθε τὰς τῶν πεπιστευκότων ἐλπίδας. Οὗτός σοι τῶν ἐπὶ Νικοβούλῳ πόνων μισθός. Εἰ δὲ πεῖραν τελεωτέραν λάβοιμεν, τελεωτέραν καὶ τούτων ἀντιδώσομεν τὴν εὐφημίαν.