1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

96

τούτους δὴ τοὺς ἀχρείους καὶ οἰκτροτάτους, ὁποῖοι πολλοὶ τὰ σώματα πεπηρωμένοι ἐπὶ τοῦ ἐδάφους ἐρρίφαται, τὰ ἀναγ καῖα ἐρανιζόμενοι. 6 ταῦτα δὲ ἅπαντα ῥητῷ τινι χρόνῳ ἀνεμετρεῖτο, ἕως ἔναυλον ἔτι τὸ δέος ὑπῆρχεν· ἐπεὶ δὲ λώφησίς τις καὶ ἀνακωχὴ τοῦ κινδύνου ὑπεφαίνετο, αὐτίκα οἱ πλεῖστοι ἐπανῄεσαν ἐς τὰ εἰθισμένα. καλοῖτο δὲ ἂν ἡ τοιαύτη ὁρμὴ οὐ δικαιοσύνη ὡς ἀληθῶς οὐδὲ εὐσέβεια στερρά τε καὶ ἐνεργός, ὁποία ὑπὸ δόξης ὀρθῆς καὶ προθυμίας ἐμβρι θεστάτης τῷ λογισμῷ πέφυκεν ἐντυποῦσθαι, ἀλλὰ μηχανή τις ἄτακτος καὶ οἷον ἐμπορία σφαλερωτάτη, ἐφ' ᾧ τὸ παρὸν δῆθεν ἐκφυγεῖν καὶ παρακρούσασθαι. τῶν μὲν οὖν ἀγαθῶν ἔργων οὕτω δή τι πρὸς ἀνάγκης ἀπογευόμεθα, ἔστ' ἂν τὸ δεδιέναι παρῇ.

6. Πάλιν δὲ ἐν τῷ τότε οἱ περὶ τῶν ἀναθυμιάσεων λόγοι ἐλέγοντό τε καὶ ἀντελέγοντο· καὶ ἦν πολὺς ἀνὰ τοὺς ξυλλόγους ὁ Σταγειρίτης 171 ὀνομαζόμενος, νῦν μὲν ὡς ὀρθότατα εἴη περὶ τούτων φυσιολογήσας καὶ διαγνοὺς τὰς αἰτίας, νῦν δὲ ὡς ἥκιστα τοῦ ἀληθοῦς ἐστοχασμένος. 2 ἔνιοι δὲ τὴν ἐκείνου βεβαιοῦν οἰόμενοι δόξαν, ὅτι δὴ πνεῦμα παχὺ καὶ καπνῶδες ὑπὸ τοὺς σήραγγας τῆς γῆς περιειργόμενον τὰς τοιάσδε ποιεῖται κινήσεις, προὐτίθεσαν ἐν τῷ λόγῳ τοῦτο δὴ τὸ ὑπὸ Ἀνθεμίου πρότερον μεμηχανημένον. 3 οὗτος γὰρ δὴ ὁ Ἀνθέμιος, πατρὶς μὲν αὐτῷ ὑπῆρχεν αἱ Τράλλεις ἡ πόλις, τέχνη δὲ τὰ τῶν μηχανοποιῶν εὑρήματα, οἳ δὴ τὴν γραμμικὴν θεωρίαν ἐπὶ τὴν ὕλην κατάγοντες μιμήματά τινα καὶ οἷον εἴδωλα τῶν ὄντων δημιουργοῦσι. 4 γέγονε δὲ ἄριστος ἐν αὐτοῖς ἐς τὰ μάλιστα καὶ ἐς ἄκρον ἥκων τῆς μαθηματικῆς ἐπιστήμης, καθά που καὶ ἐν τοῖς καλουμένοις γραμματικοῖς ὁ ἀδελφὸς ὁ τούτου Μητρόδωρος. 5 καὶ μακαρίσαιμι ἂν ἔγωγε αὐτῶν τὴν μητέρα, οὕτω ποικίλης παιδείας ἀνάπλεων γονὴν ἀποκυήσασαν. τούτω τε γὰρ τὼ ἄνδρε τέτοκε καὶ Ὀλύμπιον, νόμων τε ἀσκήσει καὶ ἀγώνων δικαστι κῶν ἐμπειρίᾳ προεσχηκότα, καὶ πρός γε ∆ιόσκορον καὶ Ἀλέξανδρον, ἄμφω ἰατρικῆς δαημονεστάτω. τούτων δὲ ∆ιόσκορος μὲν ἐν τῇ πατρίδι κατεβίω, τὰ ἐκ τῆς τέχνης μάλα εὐστόχως ἐπιδεικνύμενος ἔργα· ἅτερος δὲ ἐν τῇ πρεσβύτιδι Ῥώμῃ κατῴκησεν ἐντιμότατα μετακεκλημένος. Ἀνθεμίου δὲ καὶ Μητροδώρου τὸ κλέος ἁπανταχοῦ περιαγόμενον καὶ ἐς αὐτὸν ἀφῖκται τὸν βασιλέα. 6 τοιγάρτοι μετάπεμπτοι ἐν Βυζαντίῳ παραγενόμενοι καὶ αὐτοῦ τὸν λειπόμενον διανύσαντες βίον, μέγιστα ἑκάτερος τῆς ἰδίας ἀρετῆς γνωρίσματα παρεστήσατο, ὁ μὲν νέους πολλοὺς τῶν εὐπατριδῶν ἐκπαιδεύσας καὶ τῆς παγκάλης ἐκείνης μεταδοὺς διδα σκαλίας, ὡς καὶ πόθον ἅπασι τὸ μέρος ἐμβαλεῖν τῆς ἀμφὶ τοὺς λόγους ἐπιμελείας, ὁ δὲ θαυμάσια ἡλίκα δημιουργήματα κατά τε τὴν πόλιν καὶ ἄλλοθι πολλαχοῦ τεκτηνάμενος, ἅπερ οἶμαι, εἰ καὶ μηδὲν ὁτιοῦν περὶ αὐτῶν λέγοιτο, πλὴν ἀποχρήσει οἱ ἐς ἀείμνηστον δόξαν, ἔστ' ἂν ἑστή κοι καὶ σῴζοιτο. 7 ἀλλὰ γὰρ ὅτου ἕνεκα τοῦδε τοῦ ἀνδρὸς ἐπεμνήσθην, ἐκεῖνό μοι καὶ δὴ αὐτίκα λελέξεται. ἀνήρ τις ἐν Βυζαντίῳ Ζήνων ὄνομα, τῷ μὲν τῶν ῥητόρων καταλόγῳ ἀναγεγραμμένος, ἄλλως δὲ διαφανὴς καὶ βασιλεῖ γνωριμώτατος, κατῴκει ἀγχοῦ που τοῦ Ἀνθεμίου, ὡς δοκεῖν ἑκατέρῳ ἡνῶσθαι τὼ οἴκω καὶ ὑφ' ἑνὶ τέρματι διαμετρεῖσθαι. 8 προελ 172 θόντος δὲ χρόνου ἔρις αὐτοῖς ἐνέπεσε καὶ δυσκολία ἢ τοῦ διοπτεύεσθαι χάριν, τυχὸν οὐ πρότερον εἰθισμένον, ἢ νεωτέρας οἰκοδομίας πέρα τοῦ μετρίου ἐς ὕψος ἀρθείσης καὶ τῷ φωτὶ λυμαινομένης ἢ ἄλλου του πέρι, ὁποῖα πολλὰ τοῖς πλησιαίτατα προσοικοῦσι διαφιλονεικεῖσθαι ἀνάγκη.

7. Τότε δὴ οὖν ὁ Ἀνθέμιος ὑπὸ τοῦ ἐναντίου ἅτε δικηγόρου καταρρητορευόμενος καὶ οὐχ οἷός τε ὢν τῇ δεινότητι τῶν ῥημάτων ἐκ τῶν ὁμοίων ἀντιφέρεσθαι, ὁ δὲ ἐκ τῆς οἰκείας αὐτὸν ἀντελύπησε τέχνης τρόπῳ τοιῷδε. 2 δόμον τινὰ ὑπερῷον ὁ Ζήνων ἐκέκτητο, εὐρύν τε λίαν καὶ διαπρεπῆ καὶ περιεργότατα