ψυχὴ ἁγίῳ πνεύματι καὶ τοῖς ἐκ τούτου ἐμπνεομένη φαιδρύσμασιν, δικαιοσύνῃ, φρονήσει, ἀνδρείᾳ, σωφροσύνῃ φιλαγαθίᾳ τε καὶ αἰδοῖ, ἧς οὐδὲν εὐανθέστερον χρῶμα ἑώραται πώ3.11.64.2 ποτε. Ἔπειτα καὶ τὸ σωματικὸν κάλλος ἠσκήσθω, συμμετρία μελῶν καὶ μερῶν μετ' εὐχροίας. Ἡ κομμωτικὴ τῆς ὑγείας ἐνταῦθα εὔθετος, καθ' ἣν ἡ τοῦ εἰδώλου τοῦ ἐπιπλάστου εἰς τὸ ἀληθὲς μετάβασις κατὰ τὸ σχῆμα τὸ ἐκ τοῦ θεοῦ δεδομένον περιγίνεται. ∆εινὴ δὲ καλλωπίσαι κατὰ φύσιν ἡ τῶν ποτῶν εὐκρασία καὶ ἡ τῶν σιτίων συμμετρία. Οὐ γὰρ μόνον τὴν ὑγίειαν ἴσχει τὸ σῶμα ἐκ τούτων, ἀλλὰ καὶ τὸ κάλλος διαφαίνεσθαι 3.11.64.3 ποιεῖ. Ἀπὸ γὰρ τοῦ πυρώδους τὸ στιλπνὸν καὶ μαρμαρυγῶδες περιγίνεται, ἀπὸ δὲ τοῦ ὑγροῦ τὸ λαμπρὸν καὶ κεχαρισμένον, ἀπὸ δὲ τοῦ ξηροῦ τὸ ἀνδρῶδες καὶ πάγιον, ἀπὸ δὲ τοῦ ἀερώδους τὸ εὔπνουν καὶ ἰσοστάσιον, ἐξ ὧν ὁ εὔρυθμος καὶ καλὸς οὗτος ἀνδριὰς τοῦ λόγου κεκόσμηται. Ἄνθος δὲ τῆς ὑγιείας ἐλευθέριον τὸ κάλλος. ἣ μὲν γὰρ ἔνδον τοῦ σώματος ἐργάζεται, τὸ δὲ εἰς τὸ ἐκτὸς τοῦ σώματος ἐξανθῆσαν φανερὰν ἐνδείκνυται τὴν 3.11.65.1 εὔχροιαν. Αἱ γοῦν κάλλισται καὶ ὑγιεινόταται ἀγωγαὶ διαπονοῦσαι τὰ σώματα τὸ κάλλος τὸ γνήσιον καὶ παράμονον ἐργάζονται, ἕλκοντος ἐφ' ἑαυτὸ τοῦ θερμοῦ τήν τε ἰκμάδα πᾶσαν καὶ τὸ πνεῦμα τὸ ψυχρόν· ὁλκὸν δὲ εἰς ἑαυτὴν ἡ θερμότης ἐκριπιζομένη κινήσεσιν. Ἐπειδὰν δὲ ἑλκύσῃ, ἀλεαινομένην ἠρέμα δι' αὐτῶν ἀτμίζει τῶν σαρκῶν τὴν ἐκ τῆς τροφῆς περιουσίαν, ποσῇ μὲν τῇ ὑγρότητι, ὑπερβολῇ 3.11.65.2 δὲ θερμότητος. ∆ιὸ καὶ ἡ προτέρα κενοῦται τροφή· ἀκινήτῳ δὲ τῷ σώματι τὸ βρωθὲν σιτίον οὐ προσφύεται, ἀλλὰ ἐκπίπτει, ὥσπερ ἀπὸ ψυχροῦ κλιβάνου ὁ ἄρτος ἢ ὅλος 3.11.65.3 ἢ μόνον ὑπολειπόμενος τὸν πυθμένα. Εἰκότως οὖν τοῖς περιττεύουσι κατὰ τὰς ἀποτρίψεις τὰ οὖρα καὶ τὰ σκύβαλα πλεονάζει, πλεονάζει δὲ καὶ τὰ ἄλλα περιττώματα αὐτοῖς, πρὸς δὲ καὶ οἱ ἱδρῶτες, οὐκ ἀναδιδομένης τῷ σώματι 3.11.66.1 τῆς τροφῆς, ἀλλὰ εἰς τὰ περιττὰ ἐκχεομένης. Ἐντεῦθεν καὶ αἱ λαγνεῖαι ὁρμῶνται, περὶ τὰ παιδοποιίας μόρια ἐπιρρεούσης τῆς περιττείας. ∆ιὸ κινήσεσι συμμέτροις διὸ τηκτέον ταύτην τὴν περιττείαν καὶ εἰς πέψιν ἀναχυτέον, δι' ἧς τὸ κάλλος ἐρυθραίνεται. 3.11.66.2 Ἄτοπον δὲ τοὺς κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν θεοῦ 3.11.66.2 γεγονότας ὥσπερ ἀτιμάζοντας τὸ ἀρχέτυπον ἔπηλυν ἐπάγεσθαι κομμωτικήν, τὴν ἀνθρώπειον κακοτεχνίαν πρὸ 3.11.66.3 τῆς θείας αἱρουμένους δημιουργίας. Προσιέναι δὲ αὐτὰς ὁ παιδαγωγὸς κελεύει ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ὡς καὶ εἴ τινες ἀπειθοῖεν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες φησὶ τὴν ἐν λόγῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν· ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. 3.11.67.1 Ἡ δὲ αὐτουργία ταῖς γυναιξὶν μάλιστα τὸ γνήσιον ἐπιφέρει κάλλος γυμνάζουσα τὰ σώματα αὐτῶν καὶ σφᾶς αὐτὰς δι' αὑτῶν κοσμοῦσα, οὐ τὸν ὑπ' ἄλλων πεπονημένον προσφέρουσα κόσμον, ἄκοσμον καὶ ἀνελεύθερον καὶ ἑταιρικόν, ἀλλὰ τὸν ἑκάστης σώφρονος γυναικὸς διὰ τῶν χειρῶν αὐτῆς, ὁπότε χρῄζοι μάλιστα, ἀσκούμενον καὶ ἐξυφαινόμενον· οὐ γάρ ποτε καθήκει ἐξ ἀγορᾶς ὠνητοῖς, ἀλλὰ τοῖς οἰκουρικοῖς τοῖς ἰδίοις ἔργοις κοσμουμένας φαίνεσθαι 3.11.67.2 τὰς κατὰ θεὸν πολιτευομένας. Κάλλιστον γὰρ ἔργον γυνὴ οἰκουρὸς αὑτήν τε καὶ τὸν ἄνδρα τοῖς ἰδίοις περιβάλλουσα κοσμήμασι, δι' ὧν ἀγάλλονται πάντες, οἱ μὲν παῖδες ἐπὶ τῇ μητρί, ὁ δὲ ἀνὴρ ἐπὶ τῇ γυναικί, αὕτη δὲ ἐπὶ τούτοις, 3.11.67.3 πάντες δὲ ἐπὶ τῷ θεῷ. Συλλήβδην γοῦν ταμιεῖον ἀρετῆς ἐστιν ἀνδρεία γυνή, ἥτις σῖτα ὀκνηρὰ οὐκ ἔφαγεν, θεσμοὶ δὲ ἐλεημοσύνης ἐπὶ τῇ γλώσσῃ αὐτῆς, ἥτις τὸ στόμα αὐτῆς διήνοιξεν