96
Ἐκβάντες οὖν τὴν Τρίπολιν τῆς Φοινίκης ὡς ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ἐλθεῖν, αὐτῆς ἡμέρας ἐν Ὀρθωσίᾳ ἐμείναμεν ἐλθόντες. καὶ διὰ τὸ πλησίον εἶναι ἧς ἐξήλθομεν πόλεως, πάντων σχεδὸν προακηκοότων τοῦ κηρύγματος, μιᾶς ἡμέρας ἐκεῖ μείναντες ἀπήραμεν εἰς Ἀντάραδον. πολλῶν δὲ τῶν συνοδοιπορούντων ἡμῖν ὄντων, ὁ Πέτρος Νικήτῃ καὶ Ἀκύλᾳ προσωμίλει λέγων· Ἐπειδὴ πολὺς ὄχλος τῶν συνοδοιπορούντων οὐ μικρὸν φθόνον ἡμῖν εἰσιοῦσιν κατὰ πόλιν ἐπισπᾶται, ἀναγκαίως ἐσκε- ψάμην φροντίσαι πῶς μήτε οὗτοι λυπηθῶσιν κωλυθέντες συνεῖναι ἡμῖν μήτε ἡμεῖς περίβλεπτοι γινόμενοι φθόνῳ τῷ τῆς κακίας ὑποπέσωμεν. τούτου ἕνεκεν βούλομαί σε τὸν Νικήτην καὶ Ἀκύλαν προοδεύειν μου κατὰ συ- στήματα δύο σποράδην μανθάνοντες τὰς τῶν ἐθνῶν εἰσέρχεσθαι πόλεις. οἶδα δὲ ὅτι ἀθυμεῖτε τοῦτο ποιεῖν ἀκηκοότες, ἀπολειπόμενοί μου διάστημα οὐδ' ὅλων ἡμερῶν δύο. εἰδέναι οὖν ὑμᾶς θέλω ὅτι πολλα- πλάσιον ἀγαπῶμεν ἡμεῖς οἱ πείσαντες ὑμᾶς τοὺς πεισθέντας ἤπερ ὑμεῖς ἡμᾶς τοὺς πεπεικότας. ἀλλήλους οὖν στέργοντες, τῷ μὴ ἀλόγως ποιεῖν ἃ θέλομεν τῆς ὠφελείας ὅσον τὸ ἐφ' ἡμῖν φροντίζωμεν. πρὸς τούτοις δὲ οὐδεμιᾶς ἡμέρας διαλεγομένου μου ἀπολιμπάνεσθε. εἰς γὰρ τὰς ἐπι- σημοτέρας τῶν ἐπαρχιῶν πόλεις προῄρημαι (ὡς ἴστε καὶ ὑμεῖς) ἡμερῶν ἐπιμένειν καὶ διαλέγεσθαι. καὶ τὸ νῦν εἰς τὴν ἐγγυτέραν ἡμῖν Λαοδί- κειαν προάξατε καὶ μεθ' ἡμέρας δύο ἢ τρεῖς (ὅσον ἐπὶ τῇ ἐμῇ προαιρέσει) καταλήψομαι ὑμᾶς. ἐπὶ δὲ τῶν πυλῶν ἐκδέξασθέ με, ὑμεῖς μόνοι διὰ τὸν θρῦλον, ἵνα οὕτως ἀψοφητὶ συνεισελθόντες ἅμα ὑμῖν ὦμεν. κἀκεῖ- θεν ὁμοίως μετὰ τὸ ἐπιμεῖναι ἡμερῶν ἄλλοι ἀνθ' ὑμῶν εἰς τὰ ἐπέ- κεινα κατὰ ἐφημερίας προάξωσιν τὰς ξενίας ἑτοιμάζοντες. ταῦτα τοῦ Πέτρου εἰπόντος ἠναγκάσθησαν συνθέσθαι λέγοντες· Oὐ πάνυ ἡμᾶς, κύριε, λυπεῖ τοῦτο πράττειν διὰ τὸ ὑπὸ σοῦ κελεύεσθαι. πρῶτον μέν, ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὢν ὑπὸ τῆς τοῦ θεοῦ προνοίας ἐξελέγης· πρὸς τούτοις δέ, ἐπὶ τὸ πολὺ ἡμερῶν δύο ἀνάγκῃ τοῦ προάγειν ἀπολιμπανόμεθά σου. καὶ αὗται μὲν πολλαὶ πρὸς τὸ μὴ σὲ τὸν κύριον ἡμῶν ὁρᾶν Πέτρον, πλὴν λογιζόμεθα ὅτι πλεῖον λυπηθή- σονται οἱ πολὺ μακρὰν προπεμπόμενοι ὡς ἐπὶ πλεῖον ἀναμένειν σε κατὰ πόλιν κεκελευσμένοι, ἀνιώμενοι ἐν τῷ ἐπὶ πλεῖον ἐστερῆσθαι τοῦ ὁρᾶν σου τὸ περιπόθητον πρόσωπον. καὶ ἡμεῖς οὐκ ἐλάττονα ἐκείνων ἀθυμοῦν- τες ὡς κελεύεις διὰ τὸ συμφέρον ποιεῖν οὐκ ἀντιλέγομεν. ὁμῶς ταῦτα εἰπόντες προῆξαν ἐντολὴν ἔχοντες ἐν τῷ πρώτῳ πανδοχείῳ προσομιλῆσαι τῷ συνοδοιποροῦντι ὄχλῳ, ὅπως σποράδην ἀλλήλων γενόμενοι εἰς τὰς πόλεις εἰσέρχωνται. Πορευθέντων οὖν αὐτῶν ἐγὼ Κλήμης μεγάλως ἔχαιρον ὅτι σὺν αὐτῷ με ἐκέλευσεν εἶναι. καὶ ἀποκριθεὶς εἶπον· Eὐχαριστῶ τῷ θεῷ ὅτι με οὐκ ἐξαπ- έσταλκας ὡς τοὺς ἑταίρους, ἐπειδὴ ὀδυνώμενος ἂν διαπεφωνήκειν. ὁ δὲ ἔφη· Τί δέ; εἰ καὶ χρεία τις ἔσται πεμφθῆναί σέ που μαθημάτων χάριν, σὺ διὰ τὸ πρὸς ὀλίγον ἀπολιμπάνεσθαί μου συμφερόντως, διὰ τοῦτο τεθνήξει; οὐχὶ δὲ προσομιλήσας σεαυτῷ φέρειν τὰ διὰ τὴν ἀνάγκην σοι προσταγέντα εὐθύ-
[OΜIΛIA IΒ.]