1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

96

περιεργαζομένοις τὰ κατ' αὐτόν. Ταῦτα δὲ καὶ ἐν τῷ Eὐαγγελίῳ ἀνεγράφη. Παρήγγειλεν οὖν ἡμῖν αὐτὸς νηστεύειν τὰς ἓξ ἡμέρας ταύτας διὰ τὴν τῶν Ἰουδαίων δυσσέβειαν καὶ παρα νομίαν, πενθεῖν αὐτοὺς καὶ ὀδύρεσθαι παρακελευσάμενος ἐπὶ τῇ ἀπωλείᾳ αὐτῶν· καὶ γὰρ καὶ αὐτὸς αὐτοῖς ἐπεδάκρυσεν, ἀγνοήσασι τὸν καιρὸν τῆς ἐπισκοπῆς αὐτῶν· τετράδα δὲ καὶ παρασκευὴν προσέταξεν ἡμῖν νηστεύειν, τὴν μὲν διὰ τὴν προδοσίαν, τὴν δὲ διὰ τὸ πάθος· ἀπονηστεῦσαι δὲ προσέταξεν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀλέκτορος φωνήσαντος, αὐτὸ δὲ νηστεῦσαι τὸ σάββατον, οὐχ ὅτι δεῖ τὸ σάββατον νηστεύειν, κατάπαυσιν δημιουργίας ὑπάρχον, ἀλλ' ὅτι ἐκεῖνο μόνον χρὴ νηστεύειν, τοῦ δημιουργοῦ ἐν αὐτῷ ἔτι ὑπὸ γῆν ὄντος. Ἐν αὐτῇ γὰρ αὐτῶν τῇ ἑορτῇ κατέσχον τὸν Κύριον. ὅπως πληρωθῇ ἐκεῖνο τὸ φάσκον λόγιον· «Ἔθεντο τὰ σημεῖα αὐτῶν ἐν μέσῳ τῆς ἑορτῆς αὐτῶν, καὶ οὐκ ἔγνω σαν.» ∆εῖ οὖν πενθεῖν ὑπὲρ αὐτῶν, ὅτι ἐλθόντος τοῦ Κυρίου οὐκ ἐπίστευσαν αὐτῷ, ἀλλ' ἀπεσείσαντο τὴν διδασκα λίαν αὐτοῦ, ἀναξίους κρίναντες ἑαυτοὺς σωτηρίας. Ὑμεῖς οὖν μακάριοι, οἵ ποτε οὐ λαός, νῦν δὲ ἔθνος ἅγιον ·υσθὲν ἀπὸ πλάνης εἰδώλων, ἀπὸ ἀγνοίας, ἀπὸ δυσσεβείας· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες διὰ τὴν ὑπακοὴν τῆς καρδίας ὑμῶν. Ὑμῖν γὰρ ἠνοίγη ἡ πύλη τῆς ζωῆς τοῖς ἐξ ἐθνῶν, οἵτινές ποτε οὐκ ἠγαπημένοι, νῦν δὲ πεφιλημένοι, λαὸς εἰς περιποίησιν Θεοῦ τεταγμένος τῷ τὰς ἀρετὰς αὐτοῦ ἐξαγγέλλειν, περὶ ὧν εἶπεν ὁ σωτήρ· «Eὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εἶπα· ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου.» Μὴ ζητήσαντες γὰρ αὐτόν ποτε ἐπεζητήθητε παρ' αὐτοῦ, καὶ ὑμεῖς πιστεύσαντες εἰς αὐτὸν ὑπηκούσατε τῇ κλήσει αὐτοῦ, καταλείψαντες τὴν πολύθεον μανίαν καὶ τῇ ἀληθεῖ μοναρχίᾳ προσφυγόντες, τῷ παντοκράτορι Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, πλήρωμα τοῦ ἀριθμοῦ τῶν σῳζομένων γενόμενοι, μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες, ὡς ἐν τῷ ∆αυὶδ γέγραπται. Πρὸς δὲ τὸν Ἰσραὴλ τὸν ἄπιστον λέγει· «Ὅλην τὴν ἡμέραν ἐξεπέ τασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ἐν ὁδῷ οὐ καλῇ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν, λαὸν παροξύνοντά με ἐνώπιον ἐμοῦ.» Βλέπετε οὖν, ὅπως παρώξυνεν ὁ λαὸς τὸν Κύριον, μὴ πιστεύσας αὐτῷ. ∆ιὸ λέγει· «Παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» Ἀβλεψία γὰρ αὐτοῖς κατεχύθη διὰ τὴν κακόνοιαν αὐτῶν, ὅτι βλέποντες