Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
κατολοφύρεσθαι πικρῶς τὴν ἀδόκητον τῶν πραγμάτων ἐπὶ τὰ χείρω φοράν. Ποίων δὲ ἄρα μνησθῆναί φησι; Πρῶτον μὲν, ὅτι Θεῷ προσκέκρουκε διὰ τῆς εἰς Χριστὸν παροινίας. Εἶτα, ὅτι τῆς δι' αὐτοῦ σωτηρίας ἠμοιρηκὼς, ἠχρειώθη τρόπον τινὰ, καὶ ἁπάσης ἐλπίδος ἀπώλι σθεν ἀγαθῆς, ἥλω τε ταῖς οὕτω δειναῖς συμφο ραῖς. Καὶ τρίτον, ὅτι ταυτὶ πεπονθότα ἐπετώθαζόν τινες, ἐπιφωνοῦντες ἀεὶ τὸ, "Ποῦ ἐστιν ὁ Θεός σου;" Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορτάζοντος. (A f. 229 b, B f. 154, I f. 214) Οἱ ἐπὶ τοῖς τῶν ἐχθρῶν τωθασμοῖς ἀλύοντες, οὐ μετρίως τῇ τῶν ἀγαθῶν ἐλπίδι καταπιαίνονται, καὶ μεταπηδῶσιν ἐπὶ τὸ χαίρειν τε καὶ ἁπάσης δυσθυμίας ἀμείνω τὴν διάνοιαν ἔχειν, καὶ εὐαγγελίζονται ἑαυτοῖς ὡς ἐν καιρῷ τευξόμενοι τῆς διὰ Χριστοῦ σωτηρίας τε καὶ ζωῆς, καὶ ταῖς θείαις αὐλαῖς ὁμοῦ τοῖς ἄλλοις ἁγίοις ἐνδιαιτησόμενοι, καὶ συμμεθέξοντες τῆς ἑορτῆς τῆς ἐπί γε, φημὶ, ταῖς ἀκαταλήκτοις δοξολογίαις πρατ τομέναις εἰς Θεόν. Ἁγιοπρεπὴς γὰρ ἡ τοιάδε παν ήγυρις· καὶ πιστώσεται λέγων ἑτέρωθί που πάλιν ὁ θεσπέσιος ∆αβίδ· "Μακάριοι πάντες οἱ κατοικοῦν τες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε." Θαυμαστὴν δὲ σκηνὴν ὀνομάζει καὶ οἶκον Θεοῦ, τῆς ἐν οὐρανοῖς Ἐκκλησίας τὸ μίμημα τὴν ἐπὶ γῆς δηλονότι. Ἔτι δὲ ὑψηλότερον προσδο κῶσιν οἱ ἅγιοι, ὅτι μετὰ τὰς ἐνταῦθα κακοπαθείας διαδέξεται αὐτοὺς τὸ τρισμακάριον τέλος, ἡ θαυμα στὴ σκηνὴ τοῦ Θεοῦ ἡ ἄνω, καὶ ὁ ἐνδοτάτω αὐτῆς οἶκος, εἰς ὃν ὑπ' ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσ αχθήσονται, κατὰ τὸν Σύμμαχον εἰπόντα· ∆ιαβασταχθή σομαι ἕως τοῦ οἴκου τοῦ Θεοῦ· ὄθεν καὶ τὸ, "Ἁρπαγη σόμεθα ἐν νεφέλῃ." Πρὸς τὴν αἰσθητὴν δὲ διὰ Μωσέως σκηνὴν, τὴν νοητὴν ἐκάλεσε θαυμαστὴν, τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Εἰ δὲ χαρὰ γί νεται ἐν τοῖς οὐρανοῖς τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς οὐκ εἰκὸς, ψυχῆς μετὰ γυμνασίαν αὐτάρκη ἀναγομένης εἰς τὰ ἅγια τὰ ἐπουράνια, φωνὴν εὔφημον γίνεσθαι πλήθους τῶν πανηγυριζόντων ἐπὶ τῇ τῶν σωζομένων σωτη ρίᾳ; Ἔνθα φησίν· "Ἀφίξομαι ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορταζόντων," ὑμνολογῶν δηλονότι, καὶ τοῖς ἑορτάζουσιν ἀναμὶξ ἀν άπτων τὰς ὑμνῳδίας τῷ σεσωκότι Χριστῷ. Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογεύσομαι αὐτῷ· σωτήριον τοῦ προσ ώπου μου ὁ Θεός μου. (A f. 229, B f. 154, I f. 214) Ἐπιτιμᾷ ταῖς λύ παις τῇ εἰς Χριστὸν ἐλπίδι χρώμενος ὁ σταυρωτὴς 69.1005 λαὸς, καί φησιν· Εἰ τετήρηται, ὦ ψυχὴ, καιρὸς, καθ' ὃν ἡ διὰ πίστεως ἡμῶν κλῆσις ἀγάγοι ἡμᾶς μετὰ τῶν ἑορταζόντων εἰς τὴν σκηνὴν, διὰ τί περίλυπος εἶ, καὶ κατατρύχῃ ταῖς λύπαις; Ἔλπισον ἐπὶ τὸν Θεόν· ἐξομολογήσομαι γὰρ αὐτῷ, καὶ αὐτὸς ἔσται σωτήριον τοῦ ἐμοῦ προσώπου. Τὸ δέ γε πρόσωπον ἔοικεν ἐν τούτοις ἀντὶ τοῦ κάλλους εἰπεῖν· τοῖς μὲν γὰρ πιστεύουσιν εἰς Χριστὸν τὸ θεῖον ἐμπρέπει κάλλος· μορφοῦται γὰρ ἐν αὐτοῖς δι' ἁγιασμοῦ τε καὶ δικαιοσύνης [al. cod. σωφροσύνης]. Τοῖς γε μὴν ἀπίστοις ἕψεται δὲ πάντως τὸ εἰδεχθές· οὐ γὰρ ἔχουσιν ἐμπρέπον ἑαυτοῖς τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος. ∆ιὰ τοῦτο καὶ τοῖς τὴν ἐν νόμῳ δικαιοσύνην τετιμηκόσιν μετὰ τὴν πίστιν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει λέγων· "Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Οὐκοῦν ὅτε Χριστὸς ἐν ὑμῖν μορφοῦται, τότε τοῦ τῆς ψυχῆς προσώπου, τουτέστι τοῦ κάλλους αὐτῆς, τὴν σωτηρίαν ἐργάζε ται. Εὖ δὲ δὴ σφόδρα Θεὸν ὁμολογεῖ τὸν Ἐμμανουὴλ ὁ σταυρωτὴς λαὸς, καίτοι διώκων αὐτόν ποτε καὶ λέγων· "∆ιὰ τί σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;" Ἀλλ' ὡς ἤδη καὶ ἐγνωκὼς τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ προσενεγκὼν τὴν ἐξομολόγησιν, Θεὸν αὐτὸν ἑαυτοῦ φησιν, καὶ τὸ καλὸν ὅνομα μεθ' ἡμῶν ἐπιγράφεται, τὸ εἶναί τε καὶ καλεῖσθαι Χριστιανός. Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρ μωνιεὶμ ἀπὸ ὄρους μικροῦ. (A f. 229 b) Ἐπειδὴ ἐταράχθη, φησὶν, ἡ ψυχή μου, ἀναμνήσας ἐμαυτὸν τῶν