Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν. Οὐκοῦν, ἐν ἡμέρᾳ μὲν οἱ πιστεύσαντες, οἱ δὲ ἀπειθεῖς ὡς ἐν νυκτὶ καὶ ἐν σκότῳ μάχονται τῷ Χριστῷ. Τοῦτο πεπράχασιν οἱ ἐξ Ἰακὼβ, πλὴν ἠσθενήκασι καὶ νενίκηνται, καὶ ὀρθοποδεῖν οὐκ ἔχουσιν. Ἥψατο γὰρ, φησὶν, ὁ παλαίων ἄνθρωπος μετὰ τοῦ Ἰακὼβ τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ. Τί δὲ δὴ ἄρα κἀντεῦθεν εἰσόμεθα, φέρε λέγωμεν. Ὡς δὲ ὁ μηρὸς ὡς ἐπίπαν παρά γε τῇ θεοπνεύστῳ Γραφῇ τὰ εἰς τέκνων γονὴν ἀναγκαῖα τοῦ σώματος ὑπεμφαίνει μόρια, καὶ αὐτὴν δὲ λοιπὸν ὡς ἐκ τούτου τὴν γονήν. Περὶ μηροὺς γὰρ ἅπασι τὰ παιδογόνα κεῖται μέλη. Καὶ γοῦν ὁ μακάριος Ἀβραὰμ, ὅτε τὸν γνήσιον οἰκέτην γυναῖκα ληψόμενον τῷ Ἰσαὰκ εἰς τὴν τῶν ποταμῶν ἐξέπεμψε μέσην, ὀμνύειν ἐκέλευεν, οὕτω λέγων· Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου· τουτέστι, Ὄμνυθι κατὰ Θεοῦ, καὶ κατὰ τῶν ἐσομένων ἐξ ἐμοῦ, καὶ γονῆς τῆς δεσποτικῆς. Ὁ μηρὸς οὖν, τοὺς ἐκ μηρῶν σημαίνεται. Ἐνάρκησε τοίνυν ὁ μηρὸς Ἰακώβ. Ἐχώλαναν γὰρ οἱ ἐκ τῶν μηρῶν αὐτοῦ γεγονότες, τουτέστιν, οἱ ἐξ Ἰσραήλ. Καὶ μάρτυς αὐτὸς ὁ Σωτὴρ διὰ φωνῆς τοῦ ∆αβὶδ, οὕτω λέγων· Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Ὅτι δὲ χωλότητα νοητὴν ὑπομεμένηκεν ὁ Ἰσραὴλ, καὶ ὁ σοφὸς ἠπίστατο Παῦλος. Γράφει γοῦν καὶ αὐτός· ∆ιὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ 69.273 τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Ἴασις δὲ τῆς τοιᾶσδε χωλότητος οὐκ ἂν ἑτέρως γένοιτό ποτε, πλὴν ὅτι διὰ μόνης τῆς εἰς Χριστὸν πίστεως καὶ ἀγάπης. Οἱ δὲ τὴν πίστιν οὐ προσηκάμενοι μεμενήκασιν ἐν χωλότητι, καὶ ἐν ἐκτροπῇ τοῦ πάθους, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Αἴνιγμα δὴ οὖν τῆς Ἰσραὴλ χωλότητος νοητῆς, τὸ συμβεβηκὸς τῷ Ἰακὼβ περὶ μηρὸν πάθος ἐν τῷ παλαίειν αὐτόν. Πλὴν ὅτι ψευδοεπήσαιμεν ἂν οὔ τί που, διαβεβαιούμενοί τε καὶ λέγοντες, ὅτι τοῖς ἐν νυκτὶ καὶ σκοτεινὸν ἔχουσι νοῦν ἀντιφέρεται τρόπον τινὰ καὶ προσπαλαίει Χριστὸς, παραλύων εἰς χωλότητα τὴν πνευματικὴν, ἀναμάθοι τις ἂν οὐδὲν ἧττον εὐκόλως καὶ διὰ τῶν ἐφεξῆς. Ἔφη γὰρ τῷ Ἰακὼβ ὁ προσπαλαίων ἄνθρωπος· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Συνίης, ὅπως οὐκ ἀνέχεται παλαίειν διαυγαζούσης ἡμέρας. Οὐ γὰρ μάχεται τοῖς ἐν φωτὶ γεγονόσι. Οἷς ἂν εἴη πρέπον, τοῖς εἰς τοῦτο λαμπρότατον διεληλυθόσι, καὶ τὸ φάναι λοιπόν· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Καὶ πρός γε δὴ τοῦτο, τὸ, Πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψεις με. Ἀνίσχοντος γὰρ κατὰ νοῦν ἡμῖν τοῦ τῆς δικαιοσύνης φωτὸς, τουτέστι Χριστοῦ, καὶ νοητὴν ἐν καρδίαις ἡμῶν ἱέντος αὐγὴν, τότε δὴ, τότε καὶ μάλα λαμπροὶ παραστησόμεθα τε αὐτῷ διὰ τῆς εἰς ἅπαν ἐπιεικείας, καὶ τῆς ἄνωθεν ἐποπτείας ἑαυτοὺς ἀποφανῶμεν ἀξίους· Ὀφθαλμοὶ γὰρ Κυρίου, φησὶν, ἐπὶ δικαίους. Ὄρθρου δὴ οὖν ἀνίσχοντος ἤδη, καταλύει τὴν πάλην. Θέα δὴ ὅπως οἰκονομικῶς καὶ εὐτεχνέστατα λίαν διδάσκει τὸν Ἰακὼβ ἀποφοιτᾶν ἐθέλοντα, μεταποιεῖσθαί τε καὶ λίαν ἐπιθυμεῖν ἐπιδοῦναι τῶν ἀναγκαίων εἰς σωτηρίαν αὐτῷ. Ὁ γὰρ ὅλως νενικηκὼς, καὶ ἀποστῆναι δυνάμενος, κἂν εἰ μὴ μεθοῖτο τυχὸν ὁ νενικημένος, ἐξουσίαν δὲ ὥσπερ ἐπιδιδοὺς τοῦ, εἴπερ ἕλοιτο, καὶ ἀπρὶξ ἔχεσθαι τυχὸν, Ἀπόστειλόν με, φησί. Τούτῳ προσεοικὸς εὑρήσομεν τὸ πρὸς Μωσέα παρὰ Θεοῦ σοφῶς τε καὶ οἰκονομικῶς εἰρημένον. Ἐβούλετο μὲν γὰρ εἰδωλολατροῦντα κατὰ τὴν ἔρημον (μεμοσχοποίηκε γὰρ) ἐξαιτῆσαι δίκας τὸν ἀπόπληκτον Ἰσραήλ. Ἐφιεὶς δὲ ὥσπερ τῷ μακαρίῳ Μωσεῖ, κατακωλύειν, εἰ βούλοιτο, τὴν ὀργὴν, καὶ τὰς ὑπὲρ τῶν ἡμαρτηκότων ποιεῖσθαι λιτὰς, Λελάληκα πρὸς σὲ, φησὶν, ἅπαξ καὶ δὶς, λέγων· Ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν· ἔασόν με, ἐξολοθρεύσω αὐτοὺς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Ἐπειδὴ δὲ συνῆκεν ὁ Μωσῆς τῆς θείας ἡμερότητος τὴν οἰκονομίαν, ἐπὶ τὸ κωλύειν ἔρχεται, καί φησιν· Εἰ μὲν ἀφῇς αὐτοῖς ἁμαρτίαν, ἄφες·