1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

96

κατὰ τὸ εὐαγγέλιον, ὅτε καὶ αὐτὸς ὁ σωτήριος Λόγος, Λόγος τοῦ Κυρίου χρηματίζων, ἐκ τῆς Ἱερουσαλὴμ προελθὼν, ἔνθα διατρίβων ἐδίδασκεν, κατὰ τὸ, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· ἐπὶ πάντα τὰ ἔθνη ἐξέχεε τὴν ἑαυτοῦ χάριν· ἃ καὶ κρινόμενα πρὸς αὐτοῦ καὶ ἐλεγχόμενα ἐπί τε ταῖς προτέραις ἑαυτῶν ἁμαρτίαις, εἰς συναίσθησιν καὶ μετάνοιαν ἐρχόμενα, πέπαυται μὲν τοῦ πολέμοις τοῖς κατὰ τὰ πάθη σχολάζειν, ἐν εἰρήνῃ δὲ ψυχῆς διάγει βαθυτάτῃ τῆς σφῶν αὐτῶν διανοίας ἐπιμελούμενα, γεωργίας τε καὶ καρποφορίας. Εἴτε δὲ κατὰ τὴν λέξιν βούλοιτό τις ταῦτ' ἐκλαμβάνειν, ὑγιὴς ὁ νοῦς ἀποδίδοται· εἴτε κατὰ διάνοιαν, πολλῷ ῥᾷον· ἐπεὶ καὶ προηγουμένως καὶ μᾶλλον κατὰ ταύτην πεπεῖσθαι χρὴ τὰ κατὰ τοὺς τόπους ἀπὸ τῶν (sic) ἀποπληροῦσθαι· πλὴν ἀπὸ τῶν εἰρημένων δύναταί πως εἶναι σαφῆ καὶ τὰ κατὰ τὴν ἀρχὴν τῆς ἐν χερσὶ περικοπῆς, ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις, δῆλον δ' ὅτι νῦν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἐμφανὲς 171 γεγένηται τὸ ὄρος τὸ πνευματικὸν τοῦ Θεοῦ, τοῦτ' ἔστιν ὁ θεῖος καὶ οὐράνιος λόγος· καὶ ὁ οἶκος δὲ αὐτοῦ ἡ ἐκκλησία ἐπῳκοδομημένη ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, καὶ διὰ τοῦτο ἐπάνω εἶναι τῶν ὀρέων λεγομένη. Καὶ ταῦτά γε ἐμφανῆ γέγονε μετὰ τὴν ἀποβολὴν τοῦ ἐκ περιτομῆς λαοῦ, καὶ μετὰ τὸ ἀρθῆναι ἀπ' αὐτοῦ τὴν βασιλείαν τῶν οὐρανῶν, ὅτε πέρας εἰλήφασιν αἱ ἀνωτέρω τῆς ἐκτεθείσης προφητείας φωναὶ, δι' ὧν εἴρηται τὸ, Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορκουμένη· καὶ ὅτε πεπλήρωται τὸ, Ἀκούσατε λόγων Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρει, τὰς νεομηνίας ὑμῶν, καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονὴν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅτ' ἂν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Καὶ ὅρα πῶς ὁ λόγος ταῦτα πάντα ἀποτεινάμενος οὐκ εἰδωλολατρείαν ἐνταῦθα οὐδ' ἑτέραν αὐτοῖς ἁμαρτίαν ἐγκαλεῖ, οὐδὲ μὴν αἱμάτων πολλῶν ἀλλ' ἑνὸς ἐξαιρέτου τινὸς αἵματος, δῆλον δ' ὅτι τοῦ Χριστοῦ, τὴν ἔκχυσιν, περὶ οὗ σαφῶς ὁ λόγος τὸν λαὸν ἀπελέγχει λέγων, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις· δι' ἣν αἰτίαν ἑξῆς ἐπιλέγεται τὸ, Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί; μεθ' ἃ πάντα τελευ 172 τῶν ὁ λόγος αὖθις τὴν ἀποβολὴν αὐτῶν προμηνύων φησίν· Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Τοσαῦτα καὶ τηλικαῦτα κατ' αὐτῶν προαποφηναμένη ἡ προφητεία, ἑξῆς ἐπιφέρει τὴν ἀρτίως ἡμῖν ἐκτεθεῖσαν περικοπὴν, δι' ἧς εἴρηται τὸ, Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου. Σαφῶς μετὰ τὴν ἐκείνων ὁλοσχερῆ καὶ τελείαν ἀποβολήν τε καὶ ἐρήμωσιν τὰς τῆς καινῆς διαθήκης ὑποφαίνουσα οἰκονομίας, καθ' ἃς ἐμφανὲς τοῖς πᾶσιν ἔθνεσιν τὸ ὄρος γέγονε τοῦ Κυρίου. Ποῖον δὲ ὄρος ἢ ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Θεὸς Λόγος; Αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὃν προαποδεδώκαμεν, περὶ οὗ καὶ ἐν Ψαλμοῖς εἴρηται, ὄρος τοῦ Θεοῦ, ὄρος πῖον· καὶ τὸ, ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ. Πρὸς τούτῳ δὲ τῷ ὄρει καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐμφανὴς γέγονεν· οἶκος δ' ἂν εἴη Θεοῦ ἡ ἐκκλησία, ἡ ἐπ' ἄκρων τῶν ὀρέων ἀποστολικῶν τε καὶ προφητικῶν λόγων ἐπεστηριγμένη· τούτων δὲ ἐμφανῶν γενομένων ἐπ' αὐτὸ τοῦτο τὸ ὄρος, δῆλον δ' ὅτι τὸν θεῖον λόγον οὐ κεκτημένος ὁ Ἰσραὴλ, οὐδ' ὁ πολλαχοῦ δηλούμενος οἶκος Ἰακὼβ, ἀλλ' ἁπαξαπλῶς πάντα τὰ ἔθνη· καὶ δὴ σαφὲς πῶς καὶ τίνα τρόπον ἀποτελεσθέντων διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τῶν προειρημένων, ἐμφανῶν τε γενομένων τοῦ τε