96
ΣΠΟΡΑ∆ΗΝ Ὁ τῶν Λυκίων ἀγὼν πρῶτος ἐτέθη. Ἡρακλειδῶν κάθοδος
Ὕλλου τοῦ πρεσβυτέρου παιδὸς Ἡρακλέους ἡγουμένου τῆς κατὰ Πελοποννησίων μάχης, ἥτις ἐπεκράτησεν ἱκανοῖς ἔτεσι μεταξὺ Πελοποννησίων καὶ τῶν Ἡρακλειδῶν. τότε Ῥόδος ἡ νῆσος οἰκίζεται παρὰ Λακεδαιμονίων, ὡς ∆έξιππος ἱστορεῖ, μετοικησάντων ἐκ Πε λοποννήσου διὰ τὴν τῶν Ἡρακλειδῶν ἐπίθεσιν. 208 Τότε καὶ ἡ τῶν Μυκηνῶν ἀρχὴ κατελύθη διαρκέσασα χρόνους ςʹ κατὰ τινάς, κατὰ δὲ ἄλλους ἥττονας. Ἀμαζόνες τῇ Ἀσίᾳ ἐπῆλθον ἅμα Κιμμερίοις. αὗται καὶ τὸ ἐν Ἐφέσῳ ἱερὸν προενέπρησαν.
ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων ιεʹ ἐβασίλευσε Θυμοίτης ἔτη θʹ, Ἀφείδαντος
ἀδελφός. τοῦ δὲ κόσμου ἦν ἔτος δτξεʹ. Ἐπὶ τούτου ἡ τῶν Ἐρεχθειδῶν βασιλεία κατελύθη παρὰ Ἀθηναίοις Ἀττικῶν λεγομένη, καὶ μετῆλθεν εἰς ἕτερον γένος. Θυμοίτην γὰρ προσ καλεσαμένου Ξάνθου τοῦ Βοιωτίου καὶ μὴ ὑπακούσαντος τοῦ Θυμοίτου, Μέλανθος Ἀνδροπόμπου Πύλιος ἀναδεξάμενος ἐμονομάχησε καὶ νικήσας ἐβασίλευσεν. ἔνθεν Ἀθήνησιν ἡ τῶν Ἀπατουρίων ἑορτὴ ἄγεται διὰ τὸ σὺν ἀπάτῃ γενέσθαι τὴν νίκην. Ἀθηναίων ιςʹ ἐβασίλευσε Μέλανθος Ἀνδροπόμπου Πύλιος ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτοδʹ. Ἀθηναίων ιζʹ ἐβασίλευσε Κόδρος Μελάνθου ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυιαʹ. Ἐπὶ τούτου ἡ τῶν Ἡρακλειδῶν κάθοδος εἰς Πελοπόννησον γέγονεν, Ἴωνές τε εἰς Ἀθήνας κατέφυγον ἐκπεσόντες ἐξ Ἀχαΐας. Πελοποννήσιοι ἐστράτευσαν ἐπ' Ἀθήνας, οἷς ἑαυτὸν ἐξέδωκε διὰ χρη σμὸν Κόδρος Μελάνθου, καὶ οὐκέτι βασιλεῖς, ἄρχοντες δὲ διὰ βίου τοῖς Ἀθηναίοις καθίσταντο. Ἀθηναίων ιηʹ ἐβασίλευσε Μέδων Κόδρου ἔτη κʹ. οὗτος πρῶτός ἐστι τῶν διὰ βίου λεγομένων ἀρχόντων παρ' Ἀθηναίοις. τοῦ δὲ κόσμου ἦν ἔτος δυλβʹ. Ἀθηναίων ιθʹ ἄρχων βʹ Ἄκαστος Μέδοντος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυνβʹ. Ἐπὶ Ἀκάστου Ἰώνων ἀποικία. καὶ Ὅμηρος ἱστορεῖται γεγονὼς παρ' Ἕλησιν, ὡς τινές, οἱ δὲ ὀλίγῳ πρότερον καὶ ἄλλοι ὕστερον.
209 ΛΑΚΕ∆ΑΙΜΟΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Λακεδαιμονίων αʹ ἐβασίλευσεν Εὐρυσθεὺς
ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυκγʹ. Εὐρυσθεὺς καὶ Προκλῆς Σπάρτης ἐκράτησαν. Λακεδαιμονίων βʹ ἐβασίλευσεν Ἆγις ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυξεʹ. Λακεδαιμονίων γʹ ἐβασίλευσεν Ἐχέστρατος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυξςʹ. Λακεδαιμονίων δʹ ἐβασίλευσε Λαβώτης ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφαʹ. Λακεδαιμονίων εʹ ἐβασίλευσε ∆όρυσθος ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφληʹ.
ΚΟΡΙΝΘΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἐκ τῶν ∆ιοδώρου περὶ τῆς τῶν Κορινθίων ἀρχῆσ
Τούτων ἡμῖν διευκρινημένων λείπεται περὶ τῆς Κορινθίας καὶ Σικυωνίας εἰπεῖν ὃν τρόπον ὑπὸ ∆ωριέων κατῳκίσθησαν. τὰ γὰρ κατὰ τὴν Πελο πόννησον ἔθνη σχεδὸν πάντα, πλὴν Ἀρκάδων, ἀνάστατα συνέβη γενέσθαι κατὰ τὴν κάθοδον τῶν Ἡρακλειδῶν. Οἱ τοίνυν Ἡρακλεῖδαι κατὰ τὴν διαίρεσιν ἐξαίρετον ποιησάμενοι τὴν Κορινθίαν καὶ τὴν ταύτης πλησιόχωρον διεπέμψαντο πρὸς τὸν Ἀλήτην, παραδιδόντες αὐτῷ τὴν προειρημένην χώραν. ἐπιφανὴς δὲ ἀνὴρ γενόμενος καὶ τὴν Κόρινθον αὐξήσας ἐβασίλευσεν ἔτη ληʹ. μετὰ δὲ τὴν τούτου τε λευτὴν ὁ πρεσβύτατος ἀεὶ τῶν ἐκγόνων ἐβασίλευσε μέχρι τῆς Κυψέλου τυραννίδος, ἥτις τῆς καθόδου τῶν Ἡρακλειδῶν ὑστερεῖ ἔτεσι υμζʹ. καὶ πρῶτος μὲν παρ' αὐτοῖς διεδέξατο τὴν βασιλείαν Ἰξίων ἔτη ληʹ, μεθ' ὃν ἦρξεν Ἀγέλας ἔτη λζʹ, μετὰ δὲ τούτους Πρύμνης ἔτη λεʹ, καὶ Βάκχις ὁμοίως τὸν ἴσον χρόνον γενόμενος ἐπιφανέστατος τῶν πρὸ αὐτοῦ. διὸ καὶ συνέβη τοὺς μετὰ ταῦτα βασιλεύσαντας οὐκέτι Ἡρακλείδας, ἀλλὰ Βακχίδας