96
αὐτῆς Λυζικὸς Γεώργιος ἐκ Βεῤῥοίας. οἱ δὲ ἀπὸ τοῦ τείχους κατελθόντες καὶ τὰς πύλας ἀνοίξαντες, εἰσεδέξαντο βασιλέα. ἅμα δὲ καὶ ἡ πόλις πᾶσα προσετίθετο τῷ νέῳ βασιλεῖ, καὶ ἠσπάζοντο ἐλθόντες πανδημεί. βασιλεὺς δὲ μὴ ἀπὸ Φερῶν εἰς τὴν ἀκρόπολιν στράτευμα ἐλθὸν δυσάλωτον 1.270 ἀπεργάσηται δείσας, στρατιὰν ἀπολεξάμενος ὅσην ᾤετο ἀρκέσειν πρὸς τὸ ἔργον, τὴν ἀκρόπολιν προσέταξεν ἔξωθεν φρουρεῖν, ὅπως μηδεὶς εἰσέλθοι ἐς αὐτήν. οἱ δὲ ἐν Φεραῖς ὅτι εἰς Θεσσαλονίκην ἔρχεται πυθόμενοι ὁ βασιλεὺς, δείσαντες, ὅπερ ἐγένετο, μὴ αὐτῷ προσχωρήσῃ, τριακοσίους ἔπεμψαν λογάδας, ὥστε τήν τε ἀκρόπολιν κατασχεῖν καὶ τοῖς ἐν τῇ πόλει θάρσος παρασχεῖν ἀντιστῆναι βασιλεῖ. συμβαλόντες δὲ αὐτοῖς οἱ παρὰ βασιλέως προστεταγμένοι τὴν ἀκρόπολιν φρουρεῖν, ἐτρέψαντο κατὰ κράτος, καὶ τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ εἷλον ζῶντας. βασιλεὺς δὲ ἐπεὶ τὰ πρὸς φυλακὴν τῆς ἀκροπόλεως ἐξηρτύσατο, ἧκεν εἰς τὴν ἁγίαν σορὸν ∆ημητρίου τοῦ μάρτυρος καὶ μυροβλύτου, ἅμα μὲν προσκυνήσων αὐτὸν, ἦν γὰρ ἐξ ἡλικίας πρώτης τιμὴν αὐτῷ καὶ πίστιν πλείω ἢ κατὰ τοὺς ἄλλους μάρτυρας παρέχων καὶ ὥσπερ ἐραστὴς αὐτοῦ ὢν, ἅμα δὲ καὶ τῆς παρούσης ἕνεκα εὐτυχίας ἀμειψόμενος εὐχαριστίαις. προσκυνήσας δὲ καὶ εὐχαριστήσας, ἐπεὶ καὶ τὸν πόδα ἐκ τῆς πρὸς Πέρσας μάχης τραυματισθεὶς, ἐν τέσσαρσι καὶ δέκα μησὶ θεραπευθῆναι οὐκ ἠδυνήθη, πολλὰ τῶν ἰατρῶν πραγματευσαμένων, ἀλλὰ σφακελίζων ἀεὶ οὐ φορητὰς παρεῖχε τὰς ὀδύνας, τὸ ὑπόδημα λύσας, τῷ μύρῳ χρίειν ἔμελλε τοῦ ἁγίου, ἐνθυμηθεὶς, ὡς ἃ μὴ δύναιτο ἀνθρωπίνη τέχνη καὶ σπουδὴ, ταῦτα θεὸς τοῖς ἁγίοις μάρτυσι δύνασθαι παρέσχεν. ἐπεὶ δὲ τόν τε πόδα 1.271 ἀπεγύμνου καὶ τὰς ὀθόνας, αἷς ἐδεσμεῖτο, περιῄρει, ὢ τῆς πολλῆς τοῦ θεοῦ περὶ τοὺς μάρτυρας φιλοτιμίας! ὁ μὲν μοτὸς ἔξω εὕρητο ἐῤῥιμμένος, ὑγιὴς δὲ ὁ ποὺς ἐς τοσοῦτον, ὡς μηδὲ ἴχνος οὐλῆς ἢ τραύματος ὑποφαίνειν, ἀλλ' ἀγνοεῖσθαι εἴ ποτε καὶ ἐτρώθη. ὅπερ ἰδὼν ὁ βασιλεὺς μᾶλλόν τε ἥσθη διὰ τοῦτο, ἢ ὅτι Θεσσαλονίκην ὑπεποιήσατο ἑαυτῷ, καὶ θερμοτέρας τούτου ἕνεκα καὶ πλείους τὰς εὐχαριστίας ἀπεδίδου. καὶ ἡ πόλις δὲ πᾶσα τὴν εἰς τὸν βασιλέα πυθόμενοι θαυματουργίαν, πολλοὺς ὕμνους εἴς τε θεὸν ᾖδον καὶ ∆ημήτριον τὸν ἐκείνου θεραπευτήν. ἐκεῖθεν δὲ ἐξελθὼν ὁ βασιλεὺς, κλινούσης ἤδη τῆς ἡμέρας, εἰς τὰ βασίλεια ηὐλίσατο τὴν νύκτα ἐλθών. ἅμα δὲ ἕῳ εἰς τὴν ὑστεραίαν αὐτός τε ὁπλισάμενος καὶ ἡ στρατιὰ, καὶ τοῦ Θεσσαλονικέων δήμου προθύμως συστρατευομένου, ᾔεσαν εἰς τὴν ἀκρόπολιν, ὡς, εἰ μὴ προσχωροῖεν ἑκοντὶ οἱ κατασχόντες, βιάσαιντο τοῖς ὅπλοις. πρῶτα μὲν οὖν πέμψας ὁ βασιλεὺς, προσηγόρευέ τε τοὺς ἔνδον καὶ προὐκαλεῖτο αὐτοὺς ἀμαχεὶ τὴν ἀκρόπολιν παραδιδόναι, ἀμνηστίαν τε παρέχων καὶ ἐπαγγελλόμενος ποιήσειν εὖ. ὡς δ' οὐκ ἐσήκουον, ἀλλὰ ἐσκληρύνοντο, καταστάντες ἐτειχομάχουν. καὶ μέχρι μὲν τριῶν ἢ τεττάρων ὡρῶν καὶ αὐτοὶ ἠμύνοντο καρτερῶς ἀπὸ τῶν τειχῶν· ἔπειτα οἵ τε τὴν ἀκρόπολιν κατοικοῦντες καὶ ὅσοι τῶν Θεσσαλονικέων ἦσαν μὴ πάνυ προσκείμενοι τῷ πρεσβυτέρῳ βασιλεῖ, διεστασίασάν τε ταῖς γνώμαις πρὸς τοὺς ἄλλους, καὶ ἀνακωχὴν αἰτήσαν 1.272 τες πρὸς βασιλέως τοῦ πολέμου, εἰς λόγους κατέστησαν τοῖς συμπολιορκουμένοις. καὶ Λυζικῷ μὲν τῷ τῆς ἀκροπόλεως ἄρχοντι οὐκ ἔφασαν περὶ τῆς σφετέρας πατρίδος βουλεύειν συγχωρήσειν, ἑτέρας ὄντα πόλεως πολίτην, ὃν, βασιλεῖ προσχωρησάσης Βεῤῥοίας, οἱ συγγενεῖς, ἄν τι καὶ προσκρούσῃ, ἐξαιτήσονται· τοῖς δ' ἄλλοις οὐ δίκαιον εἶναι ἔλεγον οὐδὲ λυσιτελὲς, τῆς ἄλλης ἁπάσης πόλεως προσχωρησάσης βασιλεῖ, αὐτοὺς ἀντίστασθαι καὶ πολεμεῖν. οὔτε γὰρ δυνήσονται ἑαυτούς τε καὶ τὴν ἄκραν περισῶσαι μόνοι ἐναπειλημμένοι, τῶν τε ἐκ Φερῶν κατὰ συμμαχίαν ἀφιγμένων ἡττημένων, καὶ οὐκ ἂν ἑτέρων τολμησόντων ἐλθεῖν. «ἥ τε βασιλέως στρατιὰ πολλή τε καὶ ἀξιόμαχος, καὶ προσέτι πᾶσα ἡ πόλις πανδημεὶ προσκαθήμενοι ἐκπολιορκήσουσιν ἡμᾶς. εἰ δὲ καὶ ἀντισχεῖν δυνησόμεθα πρὸς ὀλίγον, ἀμφοτέρωθεν ζημιωσόμεθα. ἄν τε γὰρ νικῶμεν, φίλους καὶ τοὺς