96
τῇ τε αλλῃ παρασκευῇ καὶ τῷ γυναῖκα εἰσαγαγεῖν εἰς τὸν γυναικῶνα τῆς σκηνῆς, καὶ σὺν ταύτῃ τὰς μουσουργοὺς αιπερ τῷ Κυαξάρῃ ἐξῄρηντο. ἐν τοσούτῳ δὲ ὁ αγγελος τὰ παρὰ τοῦ Κύρου τῷ Κυαξάρῃ ἀπήγγειλε, καὶ ος ἐπορεύετο σὺν τοῖς παραμείνασιν αὐτῷ τῶν Μήδων ἱππεῦσιν. ὡς δ' εγνω προσιόντα αὐτὸν ὁ Κῦρος, λαβὼν τούς τε τῶν Περσῶν ἱππέας, πολλοὺς ηδη οντας, καὶ τοὺς Μήδους παρόντας καὶ τοὺς ̓Αρμενίους καὶ τῶν αλλων συμμάχων τοὺς εὐιπποτάτους, ἀπήντα, ἐπιδεικνὺς τῷ Κυαξάρῃ τὴν δύναμιν. ὁ δὲ ἰδὼν τῷ Κύρῳ μὲν πολλούς τε καὶ ἀγαθοὺς ἑπομένους, ἑαυτῷ δὲ ὀλίγην τε καὶ ὀλίγου ἀξίαν θεραπείαν, ατιμόν τι αὐτῷ εδοξεν ειναι, καὶ αχος αὐτὸν ελαβε, καὶ εἰς φανερὰ κατήνεκτο δάκρυα. ὁ δὲ Κῦρος ἰδίᾳ τοῦτον ἀπολαβόμενος καὶ παρακαθίσας διειλέχθη, καὶ τῆς ὀργῆς καὶ τῆς λύπης ἠρώτα τὸ αιτιον. καὶ πολλά τε εἰπὼν καὶ ἀκούσας, τέλος "πρὸς θεῶν" εφη, "ω θεῖε, παῦσαι τὸ νῦν εχον μεμφόμενός μοι, ἐπειδὰν δὲ πεῖραν ἡμῶν λάβῃς πῶς εχομεν πρὸς σέ, τότε μοι η χάριτας ὁμολόγει η μέμφου." καὶ ὁ Κυαξάρης κατέθετο· ὁ δ' ἐφίλησεν αὐτὸν προσελθών. καὶ ὡς ειδον οἱ Μῆδοί τε καὶ οἱ Πέρσαι καὶ οἱ λοιποί, ὑπερήσθησαν. ἀναβάντες ουν τοὺς ιππους ὁ Κῦρος καὶ ὁ Κυαξάρης ἀπῄεσαν ἐπὶ τὸ στρατόπεδον, καὶ ἐπὶ τὴν ἐξῃρημένην αὐτῷ σκηνὴν τὸν Κυαξάρην ἀπήγαγον. οἱ δὲ Μῆδοι ῃεσαν πρὸς αὐτὸν δῶρα αγοντες, εκαστος εν γέ τι ων εἰλήφει τὸ κάλλιστον. ἐπεὶ δὲ ωρα δείπνου ην, ὁ μὲν 1.242 Κυαξάρης ἀμφὶ δεῖπνον ειχε, ὁ δὲ Κῦρος ὡς αν αὐτῷ παραμείναιεν οἱ σύμμαχοι ἐφρόντιζε, καὶ συλλέξας τῶν φίλων τοὺς ἱκανοὺς τὰ δέοντα συμπράττειν αὐτῷ μηχανᾶσθαι ἠξίου οπως πείσαιεν τοὺς συμμάχους μὴ ἀποστῆναι αὐτῶν, ἀλλ' ἐπαρήγειν ετι. τῇ δ' ὑστεραίᾳ πρὸς Κυαξάρην απαντες συνελέγησαν. καὶ πρὶν ἐντυχεῖν ἐκείνῳ προσῆγον οἱ φίλοι τῷ Κύρῳ αλλος αλλο τῶν ἐθνῶν τῶν συμμάχων, δεομένων αὐτοῦ μένειν καὶ συμμετέχειν τοῦ πολέμου αὐτῷ. ̓Εν τούτῳ δὲ Κυαξάρης τῆς σκηνῆς ἐξελθών "ανδρες σύμμαχοι" εφη, "σκοπεῖν δέον πότερον στρατεύεσθαι ετι καιρὸς ειναι δοκεῖ η διαλύειν ηδη τὴν στρατιάν." εκαστος ουν παριὼν ελεγε, καὶ πάντες στρατεύεσθαι δεῖν γνώμην εδοσαν. ἐπὶ πᾶσι δὲ ὁ Κῦρος ειπεν "οὐδ' ἐμὲ λανθάνει, ω ανδρες, ὡς εἰ διαλύσομεν τὸ στράτευμα, τὰ μὲν ἡμέτερα γίνοιντ' αν ἀσθενέστερα, τὰ δὲ τῶν πολεμίων αὐξήσεται. ἀλλ' ὁρῶ ἡμῖν ἀντιπάλους προσιόντας οις οὐ δυνησόμεθα μάχεσθαι. προσέρχεται γὰρ χειμὼν καὶ τῶν ἐπιτηδείων ελλειψις. τὰ μὲν γὰρ ἀνήλωται παρ' ἡμῶν, τὰ δὲ δι' ἡμᾶς ὑπὸ τῶν ἐναντίων ἀνακεκόμισται εἰς ἐρύματα. τίς ουν λιμῷ καὶ ῥίγει μαχόμενος στρατεύεσθαι δύναιτ' αν; δοκῶ δὲ χρῆναι τὰ μὲν τῶν ἐναντίων παραιρεῖν ὀχυρώματα, ἑαυτοῖς δὲ πλεῖστα ποιήσασθαι ὀχυρά. ἐὰν γὰρ φρούρια ἡμῖν γένηται, ταῦτα τοῖς μὲν πολεμίοις ἀλλοτριώσει τὴν χώραν, ἡμῖν δὲ εἰς λυσιτέλειαν εσται." ὡς δὲ ταῦτά τε καὶ πλείω τοιαῦτα ἐρρήθη, πάντες συμπροθυμήσεσθαι ταῦτ' εφασαν, καὶ ὁ Κυαξάρης αὐτός, καὶ μηχανὰς ποιήσειν κατέθεντο πολιορκητικάς. Κῦρος δὲ γνοὺς 1.243 διατριβὴν εσεσθαι ἀμφὶ ταῦτα, τὸ μὲν στράτευμα ἐν ἀσφαλεῖ ἐποιήσατο, ἐξῆγε δὲ εἰς προνομάς, ινα τε αφθονα εχοιεν τὰ χρειώδη καὶ ινα μᾶλλον ὑγιαίνοιεν κοπιῶντες, καὶ οπως τῆς εὐταξίας ὑπομιμνήσκοιντο. ̓Εκ δὲ Βαβυλῶνος ἰόντες αὐτόμολοι ελεγον ὡς ὁ ̓Ασσύριος οιχοιτο ἐπὶ Λυδίαν πολλὰ τάλαντα χρυσίου καὶ ἀργυρίου αγων καὶ κόσμον παντοδαπόν. ὁ μὲν ουν οχλος ὁ στρατιωτικὸς ελεγεν ὑπεκτίθεσθαι αὐτὸν ηδη δεδιότα τὰ χρήματα, ὁ δὲ Κῦρος ελεγεν οιχεσθαι τὸν ̓Ασσύριον συμμάχους ζητοῦντα, καὶ ὡς μάχης ετι δεῆσον ἀντιπαρεσκευάζετο. εδοξε δ' αὐτῷ καὶ κατάσκοπον ἐπὶ Λυδίαν πέμψαι, ιν' ο,τι πράττει ὁ ̓Ασσύριος γνῷ. καὶ πρὸς τοῦτο ἐπιτήδειος αὐτῷ ὁ ̓Αράσπας ἐδόκει ὁ τὴν καλὴν γυναῖκα φυλάττων, ος ληφθεὶς ερωτι τῆς γυναικὸς προσήγαγε λόγους αὐτῇ· ἡ δὲ ἀπέφησε καὶ ην πιστὴ τῷ ἀνδρὶ καὶ ἀπόντι, οὐ μέντοι κατεῖπε τοῦ ̓Αράσπου πρὸς Κῦρον. ἐπεὶ δὲ ὁ ἐρῶν ἠπείλει αὐτῇ ὡς εἰ μὴ ἑκοῦσα ἐνδοίη, ακουσα ποιήσει τοῦτο, δείσασα τὴν βίαν πέμπει τὸν εὐνοῦχον πρὸς τὸν Κῦρον καὶ κελεύει πάντα