96
Φύλαρχος δέ φησιν, οτι οἱ ἐντὸς τοῦ Εὐξείνου Πόντου ησαν απειροι τῆς γεωργίας· οἱ δὲ ἐκ τοῦ, εμπειροι· διὸ καὶ Βόσπορος ἐκεῖνο τὸ μέρος τοῦ πελάγους, οτι ἐσπείρετο. τινὲς δὲ τοὺς στενοὺς πορθμοὺς βοσπόρους εἰρῆσθαι λέγουσιν. η οτι τὸ παλαιότως σχεδίας πηγνύντες καὶ βόας ὑποζευγνύοντες εἰς τὸ πέρας διεπεραιοῦντο. Βόστρυχοσ. ὁ πλόκαμος. παρὰ τὸ βόστρυχον βόστρυχος, ὁ βοτρυοειδής· μετὰ σχήματος γὰρ βοτρυοειδοῦς ἀπήρτηται. Βορόσ. πολυφάγος. Βοτῆρεσ. ποιμένες. Βούλιμοσ. ὁ ἐπιτεταμένος λιμός. Βούβρωσισ. ὁμοίως. ειρηται δὲ, οτι βοῦς λυμαίνεται, καὶ τοὺς βοῦς βρῶσιν ποιεῖ. Βουφάγοσ. πολυφάγος. Βοῦφοσ. ορνεον. βοῦφος ἐπιφοιτᾷ, ἐπὶ τῶν ἀσυνέτων καὶ παχυφρόνων ειρηται. Βουργαών. ορος ἑσπέριον, ενθα Βελισσάριος διαφόρους πολέμους διήνεγκε. Βουκόλοσ. ὁ τῶν βοῶν νομεὺς, βουκόνος τὶς ων. παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, ο ἐστιν ἐνεργεῖν καὶ διατρίβειν. η βουσὶ κεκλόμενος, ο ἐστιν ἐγκελευόμενος. η παρὰ τὸ κέλλω, ὁ αμα τοῖς βουσὶ κέλλων. ∆ίδυμος παρὰ τὸ κομεῖν εἰρῆbeta.398 σθαι· ιν' ῃ βουκόμος, ὡς ἱπποκόμος, καὶ κατὰ τροπὴν βουκόλος. Βούτασ. ὁ τῶν βοῶν νομεύς. ἀττικῶς δὲ ειρηται. Βουληφόροσ. ἡγεμών· αρχων· βουλευτής. Βουγάϊοσ. ὁ μέγα ἐπὶ τῇ βοᾷ γαυριῶν. η ἀπὸ τοῦ βοῦ καὶ τοῦ γαία συνθέτου γίνεται βουγάϊος. η παρὰ τὸ γαίειν τὸ γαυριᾷν, οπερ καὶ αὐτὸ παρὰ τὸ γαῖα γέγονεν, ιν' ῃ ἀπὸ τοῦ μεγέθους τῆς γῆς, ὁ μεγαλόφρων. Βουπλήξ. τὸ βούκεντρον. ἀπὸ τοῦ πλήσσειν τὸν βοῦν. Βουμολγόσ. ὁ τὰς βοῦς ἀμέλγων. Βουλυτόσ. ἡ δειλινὴ ὀψία, οτε οἱ βόες ἀπολύονται τῶν εργων. Βούπαλοσ. ονος. Βουνίτησ. ὁ βουκόλος, ὁ βοηλάτης. Βουνόσ. ὁ ὀρώδης καὶ γεώλοφος τόπος. Βουγάϊοσ. ὁ μεγαλόσωμος. Βουχανδήσ. ὁ λέβης. Βουπρῆσται. ονομα οφεων. Βουβών. τὸ πάθος, οπερ τινὲς βομβῶνα λέγουσι. ̔Ηρωδιανός· βουβὼν ἐπήρθη τῷ γέροντι. καὶ ῥῆμα βουβωνιῶ ειρηται, ἀπὸ τοῦ ἐπαίρεσθαι, καὶ μεγάλως βαίνειν εἰς οιδημα. Βουκέφαλοσ. ὁ ιππος τοῦ ̓Αλεξάνδρου, οὐχ οτι βοὸς κέρατα ειχε· τοῦτο γὰρ ψευδές· ἀλλ' οτι ουτω ἐν Θεσσαλίᾳ ἐκαλοῦντο οἱ ιπποι. Βοῦσ. παρὰ τὸ βῶ τὸ τρέφω. ὁ τρέφων ἡμᾶς ἐκ τῆς περὶ τὴν γῆν ἐργασίας. οὐ δυνάμεθα δὲ beta.399 λέγειν ἐπὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν τοὺς βόας, καὶ κατὰ κρᾶσιν βοῦς· τὸ γὰρ ˉα οὐ κιρνᾶται εἰς τὴν ˉοˉυ, ἀλλ' εἰς τὴν ˉω, κρείττονα κρείττω· ἀλλὰ λέγομεν, οτι ὁμοφωνία γέγονε τῆς εὐθείας τῶν πληθυντικῶν καὶ τῆς αἰτιατικῆς· πᾶσα γὰρ εὐθεῖα πληθυντικῶν εἰς ˉς λήγει, καὶ συναιρουμένη τὴν τελευταίαν συλλαβὴν, εχει τὴν αἰτιατικὴν καὶ κλητικὴν ὁμόφωνον αὐτῇ. Βούσιρισ. ὁ τῆς Αἰγύπτου βασιλεὺς, ἀφ' ου καὶ ἡ πόλις καλεῖται. ιν' ῃ ὁ ἰσχυρὸς, ὁ δυνάμενος βοῦς αγειν σειραῖς, ωστε δύνασθαι μόνον. τὰ δὲ εἰς ˉρˉιˉς βαρύτονα διὰ τοῦ ˉι, οιον· ερις, ιρις, δῆρις, Σίρις, ονομα πόλεως Φοινίκων, κίσιρις, ειδος ὀρνέου, Τίρις, ονομα κύριον, Οσιρις, ὁ ∆ιόνυσος παρ' Αἰγυπτίοις, καλάσιρις, ξίρις, ειδος φυτοῦ. πρόσκειται βαρύτονον, διὰ τὸ χειρὶς, τὸ χειρομάνικον. Βοώτησ. αστρον πλησίον τῶν αρκτων. ὁ δ' αὐτὸς καὶ ἀρκτοφύλαξ καλεῖται. Βούπαισ. νέος ἀφῆλιξ. (Θηλυκόν.) Βότρυσ. παρὰ τὸ βῶ τὸ πατῶ. η παρὰ τὸ τοῖς ποσὶ τρίβεσθαι, πότρυς καὶ βότρυς. η παρὰ τὸ τὴν πόσιν ῥεῖν. Βοή. ἡ φωνή. παρὰ τὸ βέω τὸ βαίνω, ἡ διὰ τῆς ἀρτηρίας βαίνουσα. η παρὰ τὸ βέω, τὸ τρέφω, ἡ ἐκ τῶν τρεφομένων πνευμάτων πεμπομένη. Βολίσ. ἀκόντιον. Βόλοσ. ἡ δρόσος, καὶ τὸ δίκτυον. beta.400 †Βολένη. τὸ κρέας τὸ περὶ τὸ στόμα τῆς γαστρός.† †Βοῶτα. παρὰ Λάκωσιν ἡ ὀδύνη.† Βορά. ἡ τροφή. παρὰ τὸ βῶ τὸ τρέφω. Βόσισ. ἡ τροφή. Βόττεια. πόλις Μακεδονίας. Βούβοτοσ. ἡ πολλὴν τροφὴν εχουσα. Βουχίλου. εὐτρόφου. -βουχίλου κράτορες ̓Αρκαδίας. Βουπρῆστισ. λαχάνου ἀγρίου γένος, ομοιον τῷ σίνηpi. Βούδεια. πόλις ἐν Μαγνησίᾳ. Βοῦνισ. ἡ βουνώδης γῆ. παρὰ τὸ βουνός· βουνὸς δέ ἐστιν ὁ ὀρώδης καὶ γεώλοφος τόπος. Βουρδιγάλα. πόλις Κελτογαλατίας. Βουθία. πόλις ̓Ιωνίας. ὁ πολίτης Βουθαῖος. Βούκαια. πόλις Φωκίδος. Βουκάπη. ἡ φάτνη τῶν βοῶν, ἐν ῃ οἱ βόες κάπτουσιν. ἀπὸ γὰρ τοῦ κάπω τὸ ἐσθίω ἡ κάπη γίνεται. Βουλὴ ἁγίων. ὁ σύλλογος τῶν ἁγίων. βουλὴ,