96
ὑπερβάλλουσα τροφὴ σώματι. Ὄλισθος ἀνθρώποις γλῶσσα, μὴ λόγῳ κυβερνωμένη. Λόγος ἁπλῶς προσενεχθεὶς ὁλοκλήρους ἀνέτρεψεν οἰκίας, καὶ ψυχὰς ἀπώλεσε καὶ κατέδυσε. Καὶ τῶν μὲν χρημάτων τὴν ζημίαν διορθοῦσθαι πάλιν ἔνι, λόγον δὲ ἐκπηδήσαντα ἅπαξ ἀνακτῆσαι πάλιν οὐκ ἔνι. Μὴ χελιδῶνας εἰς οἰκίας δέχεσθε, τουτέστι λάλους ἀνθρώπους, καὶ τοὺς περὶ γλῶσσαν ἀνακρατεῖς ὁμοροφίους μὴ ποιεῖσθε. Γλῶσσα κακὴ ἀνθρώπου, πτῶσις αὐτῷ. Καὶ πάλιν· Ἡ γλῶσσά σου, ἀεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Καὶ πάλιν· Τί δοθείη, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Καὶ πάλιν· Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Καὶ πάλιν· Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Τὸν ὄφιν λέγεται δεινὸν ἔχειν τὸ κέντρον τῆς γλώσσης αὐτοῦ, ἀλλ' οὐκ ἔστι δεινότερον γλώσσης ἀνθρώπου κακῆς. Λέγεται καὶ σαῦρα χλωρὰ, ἀλλ' οὐκ ἔστι χλωροτέρα τοῦ φλυάρου. Σκορπίου δῆγμα θεραπεύεται, λόγος δὲ κακὸς ἐξερχόμενος ἐκ στόματος φλυάρου πλήσσει τὸν πλησίον αὐτοῦ. Φλόγα πυρὸς κατασβεννύει ὕδωρ, γλῶσσαν δὲ κακὴν οὐδεὶς καταπραΰνει. Ἵππον σκληροτράχηλον δαμάζει χαλινὸς, γλῶσσαν δὲ κακὴν οὐδεὶς δύναται δαμάσαι. Θηρίον ἄγριον εὐχερῶς ἡμεροῦται, γλῶσσα δὲ κακὴ οὐ πραΰνεται. Οὐκ ἔστιν ἐν τῷ κόσμῳ χεῖρον γλώσσης κακῆς. Συγκρούει πόσιν πρὸς πόσιν, οἰκίαν πρὸς 95.1348 οἰκίαν, τέκνα κατὰ γονέων, ἀδελφοὺς κατὰ ἀδελφῶν. Πάντα τὰ κακὰ διὰ γλώσσης.
ΣΤΟΙΧΕΙΟΝ ∆.
ΤΙΤΛ. Αʹ. -Περὶ δυνάμεως Θεοῦ. «Κύριος ὁ Θεός σου ἐν σοὶ, Θεὸς μέγας καὶ κραταιός.» «Κύριον τὸν πάντων
∆εσπότην ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.» «Ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;» «Οἶδα ὅτι πάντα δύναται· ἀδυνατεῖ δέ σοι οὐδέν.» «Τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα.» «Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν· ὁ στρέφων αὐτὰ ὀργῇ· ὁ σείων τὴν ὑπ' οὐρανὸν, οἱ δὲ στύλοι αὐτῆς σαλεύονται. Ὁ λέγων ἡλίῳ μὴ ἀνατέλλειν, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει. Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν χειρῶν σου ἐξαιρούμενος. Ἐὰν καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ, Τί ἐποίησας;» «Παρ' αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. -Παρ' αὐτῷ κράτος καὶ ἰσχὺς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις. ∆ιάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε. Καθιζάνων βασιλεῖς ἐπὶ θρόνων, καὶ περιέδησεν ζώνην ὀσφύας αὐτῶν. Ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς ἐξέστησεν. Ἐκχέων ἀτιμίας ἐπ' ἄρχοντας, ἀνακαλύπτων βαθέα ἐκ σκότους.» «Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεσώσαντο δύναμιν. Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ,» καὶ τὰ λοιπά. «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;» καὶ τὰ λοιπά. «Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα,» καὶ τὰ λοιπά. «Τίς Θεὸς μέγας, ὡς Θεὸς ἡμῶν; σὺ εἰ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια.» «∆υνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου,» καὶ τὰ λοιπά. -»Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου;» -»Τίς λαλήσει τὰς δυναστείας Κυρίου; ἀκουστὰς,» καὶ τὰ λοιπά. -»Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας,» καὶ τὰ λοιπά. «Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν.» «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν. Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας.» «Οὕτως λέγει Κύριος· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομή 95.1349 σετέ μοι, ἢ