ὑπόκειται τὰ ἰδιωτικὰ καὶ πολιτικὰ προβλήματα, τέλος δὲ ταύτης τὸ πεῖσαι, τῇ δὲ γραμματικῇ ὑπόκεινται πᾶσαι αἱ Ἑλληνίδες φωναί, τέλος δὲ αὐτῆς τὸ μηδέποτε ἁμαρτάνειν περὶ αὐτάς. εἰ οὖν πᾶσα τέχνη καὶ ἐπιστήμη καὶ ὑποκείμενον ἔχει καὶ τέλος, εἰκότως καὶ οἱ ὁρισμοὶ ἢ ἐξ ἑνὸς τῶν δύο ἢ ἐκ τοῦ συναμφοτέρου λαμβάνονται· ἐκ τοῦ ὑποκειμένου μέν, ὡς ὅταν εἴπω «ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη», ἐκ τοῦ τέλους δέ, ὡς ὅταν εἴπω «ἰατρική ἐστι τέχνη ὑγείας περιποιητική». ∆είκνυται οὖν ὅτι οἱ ὁρισμοὶ ἐκ τριῶν συλλαμβάνονται, ἐκ τοῦ ὑποκειμένου, ἐκ τοῦ τέλους καὶ ἐκ τῶν συναμφοτέρων. φέρε οὖν μάθωμεν τί ὑπόκειται τῇ φιλοσοφίᾳ καὶ τί τὸ τέλος αὐτῆς καὶ πῶς ἐκ τούτων γνωρίζεται. δεῖ οὖν εἰδέναι ὅτι πάντα τὰ ὄντα ὑπόκειται τῇ φιλοσοφίᾳ, διὸ καὶ γνῶσίς ἐστιν, ὡς μόνη πάντα γινώσκουσα· αἱ μὲν γὰρ ἄλλαι τέχναι καὶ ἐπιστῆμαι περὶ ἓν καταγινόμεναι ἓν μέν τι γινώσκουσι, πολλὰ δὲ ἀγνοοῦσι, καὶ μᾶλλον ἄγνοιαί εἰσιν παρὸ γνώσεις· ἡ δὲ φιλοσοφία μᾶλλον γνῶσίς ἐστιν ὡς πάντα τὰ ὄντα ἐπαγγελλομένη εἰδέναι. τέλος δὲ τῆς φιλοσοφίας τὸ διὰ τῆς γνώσεως τῶν ὄντων θεὸν ἐπὶ γῆς δεῖξαι τὸν ἄνθρωπον καὶ τοιοῦτον οἷον τὸν Λυκοῦργον ἡ Πυθία προσεῖπεν· ἤλυθες, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν, δίζων εἴ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα. Ἐπεὶ οὖν ἔγνωμεν τί τὸ τέλος τῆς φιλοσοφίας καὶ τί τὸ ὑποκείμενον, φέρε εἴπωμεν καὶ πῶς ἐκ τούτων ὁρίζεται. δεῖ οὖν εἰδέναι ὅτι οἱ τῆς φιλοσοφίας ὅροι ἕξ εἰσι, δύο ἐκ τοῦ ὑποκειμένου καὶ δύο ἐκ τοῦ τέλους, εἷς ἐκ τῆς ὑπεροχῆς καὶ εἷς ἐκ τῆς ἐτυμολογίας. ἡ δὲ τάξις αὐτῶν ἐστιν αὕτη κατὰ σύνθεσιν· πρῶτος ὁ λέγων «φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν», δεύτερος ὁ λέγων «γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων», τρίτος ὁ λέγων «μελέτη θανάτου», τέταρτος ὁ λέγων «ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ», πέμπτος ὁ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων «τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν», ἕκτος ὁ ἐκ τῆς ἐτυμολογίας ὁ λέγων «φιλία σοφίας». αὕτη μέν ἐστιν ἡ τάξις τῶν ὁρισμῶν τῆς φιλοσοφίας. Εἴπωμεν δὲ καὶ τίνες ἐφεῦρον αὐτούς. ἰστέον δὲ ὅτι τὸν ἐκ τῆς ἐτυμολογίας τὸν ἕκτον καὶ τοὺς δύο τοὺς ἐκ τοῦ ὑποκειμένου ὁ Πυθαγόρας εἶπε, τοὺς δὲ δύο τοὺς ἐκ τοῦ τέλους ὁ Πλάτων, τὸν μὲν ἐν Θεαιτήτῳ τὸν λέγοντα «ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ», τὸν δὲ ἐν Φαίδωνι τὸν λέγοντα «μελέτη θανάτου», τὸν δὲ ἐκ τῆς ὑπεροχῆς Ἀριστοτέλης. Ἐφ' οἷς ἀποροῦσι διὰ τί τοσοῦτοί εἰσι τῆς φιλοσοφίας ὁρισμοὶ καὶ μήτε πλείους μήτε ἐλάττους. καὶ ἔστιν εἰπεῖν· εἰσί τινα ὑφεστηκότα μέν, μὴ ὀνομαζόμενα δέ, ὡς ἐπὶ τῶν ἐν τῷ βυθῷ ὄντων ἅτινα εἰσὶ μέν, οὐκ ὀνομαζόμενα δὲ διὰ τὸ μὴ γινώσκεσθαι παρ' ἡμῶν. καὶ πάλιν εἰσί τινα ὀνομαζόμενα μέν, μὴ ὑφεστηκότα δέ, ὡς ἐπὶ τοῦ ἱπποκενταύρου· τοῦτο μὲν ὀνομάζεται, οὐχ ὑφέστηκε δέ. καὶ πάλιν εἰσί τινα ὀνομαζόμενα καὶ ὑφεστηκότα, ὡς ὁ ἄνθρωπος καὶ αἱ τέχναι. ἡ φιλοσοφία γοῦν καὶ ὀνομάζεται καὶ ὑφέστηκε καὶ ἐν πρώτοις ἔχει τὴν ὕπαρξιν· πασῶν γὰρ τεχνῶν καὶ ἐπιστημῶν ὑπερέχει καὶ μήτηρ ἐστὶ πασῶν. καὶ ἐπεὶ γὰρ ὀνομάζεται, ἔχει ἐκ τοῦ ὀνόματος τὸν ὅρον τὸν λέγοντα «φιλοσοφία ἐστὶ φιλία σοφίας», ἐπεὶ δὲ καὶ ἐν πρώτοις ἔχει τὴν ὕπαρξιν, ἔχει καὶ ἐκ τῆς ὑπεροχῆς τὸν ὅρον τὸν λέγοντα «τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν». ἐπεὶ δὲ ὑφέστηκεν, ἔχει καὶ ὑποκείμενον, ἔχει καὶ τέλος, καὶ ἑκάτερον τούτων διττόν· ἔχει γὰρ καὶ προσεχὲς ὑποκείμενον, ἔχει καὶ πόρρω ὑποκείμενον. ἀλλ' ἵνα σαφὲς γένηται, γνωρίσεις ἐπὶ τῆς ναυπηγικῆς τὸ προσεχὲς ὑποκείμενον τὰ ἁπλῶς ξύλα, πόρρω δὲ ὑποκείμενον τὰ πρὸς τρόπιν ἢ πηδάλιον ἐπιτήδεια, καὶ πάλιν προσεχὲς μὲν ἔχει τέλος τὸ ποιῆσαι ἁπλῶς ναῦν, πόρρω δὲ τὸ ποιῆσαι τοιάνδε ναῦν, ἢ δρόμονα ἢ λύχνον. οὕτως οὖν καὶ ἡ φιλοσοφία ἔχει καὶ ὑποκείμενον καὶ τέλος, καὶ ἑκάτερον τούτων διττόν, προσεχὲς καὶ πόρρω. προσεχὲς μὲν