ῥήματα τοῦ σοφιστοῦ Λιβανίου. Ἐγὼ δὲ σοφιστὴν μὲν αὐτὸν ἄριστον γενέσθαι φημί· ἐπίσταμαί τε ὡς εἰ μὴ εἴη τῷ βασιλεῖ κατὰ τὴν θρησκείαν ὁμόδοξος, πάντα ἂν αὐτὸν εἶπεν ὅσα οἱ Χριστιανοὶ λέγουσι, καὶ ὡς εἰκὸς, ἅτε σοφιστὴν ὄντα, μεγαλύναι τὰ λεγόμενα. Ἐπεὶ καὶ εἰς Κωνστάντιον ζῶντα μὲν ἐπαίνους ἔγραφεν· τελευτήσαντος δὲ ὕβρεις μεστὰς ἐγκλημάτων κατέχεεν. Ὥστε εἰ καὶ Πορφύριος ἦν βασιλεὺς, προκρίνειν τὰ ἐκείνου βιβλία τῶν Ἰουλιανοῦ· καὶ εἰ Ἰουλιανὸς ἦν σοφιστὴς, εἶπεν ἂν καὶ αὐτὸν κακὸν σοφιστὴν, ὡς καὶ Ἑκηβόλιον ἐν τῷ ἐπιταφίῳ Ἰουλιανοῦ. Ἐπεὶ οὖν ἐκεῖνος καὶ ὡς ὁμόδοξος, καὶ ὡς σοφιστὴς, καὶ φίλος τῷ βασιλεῖ, ὅσα ἐδόκει αὐτῷ διεξῆλθε, καὶ ἡμεῖς πρὸς τὰ ὑπ' αὐτοῦ γραφέντα κατὰ δύναμιν ἀπαντήσωμεν. Πρῶτον μὲν γάρ φησιν αὐτὸν «ἐπιθέσθαι» ταῖς βίβλοις, τοῦ χειμῶνος τὰς νύκτας ἐκτείνοντος. Τὸ δὲ «ἐπιθέσθαι» σημαίνει, ὅτι ἔργον ἔθετο ψόγον γράψαι, ὡς ἔθος τοῖς σοφισταῖς ποιεῖν ἐν τῇ τῶν νέων εἰσαγωγῇ· πάλαι μὲν γὰρ τὰς βίβλους ἐπίστατο, τότε δὲ ἐπέθετο. Καὶ μάχῃ μακρᾷ σχολάσας οὐχ, ὡς φησὶ Λιβάνιος, ἐλέγχων ἰσχύϊ, ἀλλὰ ἀσθενείᾳ τοῦ ἀληθοῦς τὰ καλῶς ἑαυτοῖς ἠσφαλισμένα ὡς φιλοσκώπτης διέσυρε. Πᾶς γὰρ ὁ μαχόμενος τινι νῦν μὲν παρατρέπων, νῦν δὲ ἐπικρύπτων τὴν ἀλήθειαν, καταψεύδεται τοῦ πρὸς ὃν ἡ μάχη συνίσταται. Καὶ ὁ ἀπεχθῶς ἔχων πρός τινα πάντα ὡς πολέμιος οὐ μόνον πράττειν, ἀλλὰ καὶ λέγειν ἐσπούδακε· καὶ τὰ αὐτῷ προσόντα φαῦλα τῷ πρὸς ὃν ἡ ἔχθρα περιτρέπειν φιλεῖ. Ὅτι μὲν οὖν καὶ Ἰουλιανὸς καὶ Πορφύριος, ὃν «Τύριον» καλεῖ «γέροντα,» ἄμφω φιλοσκῶπται ἦσαν, ὑπὸ τῶν οἰκείων λόγων ἐλέγχονται. Πορφύριος μὲν γὰρ τοῦ κορυφαιοτάτου τῶν φιλοσόφων Σωκράτους τὸν βίον διέσυρεν ἐν τῇ γεγραμμένῃ αὐτῷ «Φιλοσόφῳ Ἱστορίᾳ.» Καὶ τοιαῦτα περὶ αὐτοῦ γράψας κατέλειπεν, οἷα ἂν μήτε Μέλιτος, μήτε Ἄνυτος, οἱ γραψάμενοι Σωκράτην, εἰπεῖν ἐπεχείρησαν· Σωκράτους, φημὶ, τοῦ παρ' Ἕλλησι θαυμαζομένου ἐπί τε σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς· ὃν Πλάτων ὁ θαυμαστὸς παρ' αὐτοῖς φιλόσοφος, καὶ Ξενοφῶν, καὶ ὁ ἄλλος τῶν φιλοσόφων θίασος, οὐ μόνον ὡς θεοφιλῆ τιμῶσιν, ἀλλὰ δὴ καὶ ὑπὲρ ἄνθρωπον φρονεῖν νενομίκασιν. Ἰουλιανὸς δὲ τὸν «πατέρα» ζηλῶν, τὸ ἴδιον πάθος εἰς τοὺς Καίσαρας ἤλεγξε, πάντας μωμησάμενος τοὺς πρὸ αὐτοῦ βασιλεῖς, καὶ οὐδὲ τοῦ φιλοσόφου Μάρκου φεισάμενος. Καὶ ὅτι μὲν φιλοσκῶπται ἄμφω, ἐξ ἑαυτῶν τὸν ἔλεγχον ἔχουσι· καὶ οὐ δεῖ μοι πολλῶν ἢ δεινῶν λόγων, ἀλλὰ ἀπόχρη ταῦτα εἰς παράστασιν τοῦ ἤθους αὐτῶν. Ἐγὼ μὲν οὖν ταῦτα ἐκ τῶν ἑκατέρων λόγων περὶ ἤθους αὐτῶν τεκμαιρόμενος ταῦτα γράφω. Οἷα δὲ περὶ Ἰουλιανοῦ ὁ Ναζιανζηνὸς Γρηγόριος εἴρηκε, τῶν αὐτοῦ λόγων ἐπάκουε· φησὶ γὰρ ἐν τῷ δευτέρῳ λόγῳ πρὸς Ἕλληνας κατὰ λέξιν τάδε· Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρέστησε, καὶ ἡ δυναστεία προσλαβοῦσα τὴν ἐξουσίαν· ἐμοὶ δὲ καὶ πόρρωθεν τρόπον τινα ἑωρᾶτο, ἐξ οὗ τῷ ἀνδρὶ συνεγενόμην Ἀθήνῃσιν. Ἦλθε γὰρ κἀκεῖσε, ἄρτι τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ νεωτερισθέντων, τὸν βασιλέα τοῦτο αὐτὸ παραιτησάμενος. ∆ιττὸς δὲ αὐτοῦ τῆς ἐπιδημίας ὁ λόγος· ὁ μὲν εὐπρεπέστερος, καθ' ἱστορίαν τῆς Ἑλλάδος καὶ τῶν ἐκεῖσε παιδευτηρίων· ὁ δὲ ἀπορρητότερος καὶ οὐ πολλοῖς γνώριμος, ὥστε τοῖς ἐκεῖ θύταις καὶ ἀπατεῶσι περὶ τῶν καθ' ἑαυτὸν συγγενέσθαι, οὔπω παρρησίαν ἐχούσης τῆς ἀσεβείας. Τότε τοίνυν οὐ φαῦλος ἐγὼ τοῦ ἀνδρὸς εἰκαστὴς οἶδα γενόμενος, καίτοι γε οὐ τῶν εὖ πεφυκότων περὶ ταῦτα εἷς ὤν. Ἀλλ' ἐποίει με μαντικὸν ἡ τοῦ ἤθους ἀνωμαλία, καὶ τὸ περιττὸν τῆς ἐκστάσεως, εἴπερ «μάντις ἄριστος ὅστις εἰκάζει καλῶς.» Οὐδενὸς γὰρ ἐδόκει μοι σημεῖον εἶναι χρηστοῦ αὐχὴν ἀπαγὴς, ὦμοι παλλόμενοι καὶ ἀνακοπτόμενοι, ὀφθαλμὸς σοβούμενος καὶ περιφερόμενος καὶ μανικὸν βλέπων, πόδες ἀστατοῦντες καὶ μετοκλάζοντες, μυκτὴρ ὕβριν πνέων καὶ περιφρόνησιν, προσώπου σχηματισμοὶ καταγέλαστοι, τὸ αὐτὸ φρονοῦντες γέλωτες ἀκρατεῖς καὶ βρασματώδεις, νεύσεις καὶ ἀνανεύσεις σὺν οὐδενὶ λόγῳ, λόγος ἱστάμενος καὶ κοπτόμενος πνεύματι, ἐρωτήσεις ἄτακτοι καὶ ἀσύνετοι, ἀποκρίσεις