96
χάρις, τοὺς ἐν ἐκείνοις τοῖς δεινοῖς ἐσομένους δι δάσκουσα, καὶ γενναίως ἐνεγκεῖν τὰ προσπίπτοντα, καὶ παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτῆσαι τὴν τούτων ἀπαλλαγήν. Ὅπερ δὴ καὶ δεδράκασιν οἱ θαυμάσιοι ἄνδρες ἐκεῖνοι. Τοῖς γὰρ λόγοις τὸν Θεὸν ἱλεώσαντο, καὶ ὑπ' αὐτοῦ στρατηγούμενοι τοὺς πολεμίους ἐτρέ ψαντο, καὶ τὴν προτέραν ἐλευθερίαν ὁμοφύλοις προὐξένησαν.
80.1188 ΕΡΜΗΝ. ΤΟΥ Μ∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν·
ᾠδὴ ὑπὲρ τοῦ ἀγαπη τοῦ." Τὰ λυπηρὰ προειρηκὼς ὁ προφητικὸς λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ, τὰ θυμήρη λοιπὸν προαγο ρεύει, τοὺς ἀθυμοῦντας ψυχαγωγῶν, καὶ διδάσκων, ὅτι καὶ νικήσουσι, καὶ διαρκέσουσι, καὶ τῆς παρὰ τοῦ Θεοῦ τεύξονται βοηθείας, ἕως ἂν ἐξ αὐτῶν ὁ ἀγαπητὸς Υἱὸς κατὰ σάρκα βλαστήσῃ, καὶ τὴν και νὴν ἀλλοίωσιν τοῖς ἔθνεσι πραγματεύσηται. Ἀγαπη τὸν γὰρ καλεῖ τοῦ Θεοῦ τὸν Υἱόν· οὕτω γὰρ καὶ ὁ θεῖος Ἡσαΐας φησίν· "Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι." Τοῦτο καὶ αὐτὸς ὁ Πατὴρ εἰς τὸν Υἱὸν ἀνεκήρυξεν· "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα." Οὗτος τὴν διὰ τοῦ ἁγίου βαπτίσματος ἀλλοίωσιν τοῖς ἔθνεσιν ἐδωρήσατο. Περὶ τούτων δὲ ὁ ψαλμὸς προθεσπίζει, οἷς καὶ παρεγγυᾷ τῶν μὲν πατρῴων ἐπιλαθέσθαι θεῶν, τὸν δὲ ἀληθινὸν ἀληθῶς γεραίρειν Θεόν. Τοὺς δὲ ἀλλοιωθησομένους ὁ μὲν Σύμμαχος ἄνθη κέ κληκεν· Ἀκύλας δὲ καὶ ὁ Θεοδοτίων, κρίνα. Ἄνθη δὲ καὶ κρίνα τοῦ ἦρος βλαστοί. Ἔαρ δὲ πνευματι κὸν, τοῦ Σωτῆρος ἡ παρουσία· ἐν ᾗ εὐφράνθη, κατὰ τὴν Ἡσαίου προφητείαν, "ἡ πάλαι ἔρημος, καὶ ἤν θησεν ὡς κρίνον." Περὶ τούτων ἡ παροῦσα προφη τεία προαγορεύει, πάντων ὑποδεικνῦσα φυτουργόν τε καὶ γεωργὸν, τὸν ἀλλοιώσαντα καὶ ἀποφήναντα καρποφόρον. βʹ. "Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν." Πνευματικοῖς γὰρ ἐντρεφόμενος λόγοις, τοιαύτας ἐρυγὰς ἀναπέμπω, καὶ τοιούτους λόγους προΐεμαι. "Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ." Ὃν ἀγαπη τὸν ἡ προγραφὴ κέκληκε, βασιλέα καλεῖ τοῦ ψαλμοῦ τὸ προοίμιον· ἔργα δὲ τῆς προφητείας ὁ ἀληθὴς λό γος, ὁ τὰ ἐσόμενα προθεσπίζων. Λέγει τοίνυν, ὅτι περὶ αὐτοῦ τοῦ βασιλέως ποιοῦμαι τοὺς λόγους· καὶ διδάσκων ὡς οὐκ ἀνθρωπίνοις, ἀλλὰ θείοις κέχρηται λόγοις, ἐπήγαγεν· "Ἡ γλῶσσά μου κάλαμος γραμ ματέως ὀξυγράφου." Οὐδὲν, φησὶ, οἰκεῖον φθέγγο μαι, οὐδὲ τῆς ἐμῆς διανοίας ὠδῖνας προσφέρω· ἑτέ ρας δὲ ὑπουργὸς ἐνεργείας ἡ γλῶττα, καὶ αὕτη μὲν μιμεῖται κάλαμον· ἡ δὲ χάρις τοῦ πνεύματος γραμ ματέα ταχὺν, διὰ ταύτης ἃ βούλεται γράφουσα. Οὕ τως ὁ προφήτης τὸν δι' αὐτοῦ φθεγγόμενον ὑποδεί ξας, ἄρχεται τῆς προῤῥήσεως οὕτως. γʹ. "Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ πων· ἐξεχύθη χάρις ἐν χείλεσί σου, διὰ τοῦτο ηὐ λόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα." Σὺ, φησὶν, ὃν ὠνόμασα βασιλέα, ὃν διὰ τῆς προγραφῆς ἀγαπητὸν προσηγόρευσα, κάλλει μὲν νικᾷς τῶν ἀνθρώπων τὴν φύσιν, σοφίας δὲ προχέεις διὰ τῆς γλώσσης πηγάς. 80.1189 καὶ ταῦτα οὐ πρόσκαιρα, ἀλλ' αἰώνια ἔχεις. Ἰστέον δὲ, ὅτι οὐ τὰ θεῖα, ἀλλὰ τὰ ἀνθρώπεια τοῦ ∆εσπό του Χριστοῦ ὁ προφητικὸς παρεδήλωσε λόγος· οὐ γὰρ ἂν ἀνθρώποις τὸν Θεὸν λόγον ἀπείκασεν, οὐδ' ἂν τοῦτον ἔφη παρὰ Θεοῦ δεδέχθαι τὴν εὐλογίαν. Οὗτος γὰρ ἄβυσσος ἀγαθῶν εὐλογίαν τοῖς πιστοῖς ἀναβλύζουσα. Τὰ ἀνθρώπεια τοίνυν διὰ τῶνδε τῶν λόγων τοῦ ∆εσπότου Χριστοῦ προεθέσπισε. Μηδεὶς δὲ ἀντικρὺς ἐναντία τοὺς προφήτας ἀλλήλοις εἰρηκέ ναι λεγέτω, Ἡσαίου ἀκούων βοῶντος· "Εἴδομεν αὐ τὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ πων." Ἐκεῖνα γὰρ τὸν σταυρὸν καὶ τὸ πάθος προ αναφωνεῖ, ἃ παροινίας καὶ ὕβρεώς ἐστι μεστά. ∆ιὸ δὴ καὶ ἐπήγαγεν ὁ προφήτης· "Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη," καὶ τὰ ἄλλα ἑξῆς, τὰ τὸ πάθος μηνύον τα. Ὁ δὲ ψαλμὸς κάλλος αὐτοῦ καλεῖ, οὐ τὸ τοῦ σώ ματος, ἀλλὰ τῆς ἀρετῆς καὶ πάσης