96
ἱερέων. τί πολυλογεῖν δεῖ; Χριστὸς ἀτιμώμενος καὶ διωκόμενος διὰ τῆς ἀθετήσεως τοῦ ἱεροῦ αὐτοῦ χαρακτῆρος. εἰ δὲ Χριστοῦ οὕτως, τί τῆς Θεοτόκου ἢ οὑτινοσοῦν τῶν θεοῦ θεραπόντων; ταῦτα θρήνων καὶ ὀδυρμῶν· ταῦτα ἠκουτίζετο μὲν ἡμῖν παρὰ τῶν οἰκείων πατέρων, πείρᾳ εἰδότων τὰ τότε συμβεβηκότα, νῦν δὲ καὶ ἡμῖν τοῖς ταπεινοῖς παρίσταται ἄγαν ἀνιῶντα. Ἀλλὰ ἆρον, ὦ πάτερ, πρὸς τὸν οὐρανόν σου τὰς παλάμας· ἀλλ' ἱλέωσαι θεόν· ἀλλὰ ὄρεξον δεξιὰν πρεσβευτικὴν κἀμοὶ τῷ ἀδρανεῖ καὶ ἁμαρτωλῷ, ἐνεγκεῖν ἡμᾶς πάντα μετὰ χαρᾶς ὅσα καὶ χαρίσοιτο Χριστὸς δι' αὐτὸν παθεῖν, μὴ φοβουμένους θεοκελεύστως τοὺς ἀποκτένειν δυναμένους τὸ σῶμα, ἀλλὰ τὸν καὶ τοῦτο καὶ τὴν ψυχὴν ἐμβαλεῖν ἔχοντα ἐξουσίαν ἐν τῷ ἀσβέστῳ πυρὶ τῆς γεέννης. 90 {1Ἱλαρίωνι ἀρχιμανδρίτῃ}1 Εὗρον ὀψὲ τοῦ καιροῦ ἀσπάσασθαι τὸν ἐμὸν ἅγιον πατέρα διὰ γράμματος· ὡς γὰρ γινώσκει σου ἡ τιμιότης, τῆς αἱρέσεως μαινομένης καὶ μακρὰν ἡμῶν ἀπῳκισθέντων διὰ τῆς ἐξορίας, σπάνιον εὑρεῖν γραμματηφόρον καὶ μάλιστα πιστόν. γλίχομαι οὖν μαθεῖν τὰ τῆς πατρότητός σου, ποῦ καὶ πῶς καὶ ἔνεστι καὶ περιενέχθη ὑπὸ τῶν ἀνομούντων. πάντως δέ, ὡς τῶν πολλῶν κατ' ἀρετὴν προύχοντα, πολλά σε παθεῖν ὑποτοπάζω θλιπτικὰ καὶ στενωστικά· οὗ γὰρ ἡ κατὰ θεὸν ἰσχὺς βαθεῖα, ἐκεῖ καὶ ὁ τῶν ἐναντίων πόλεμος πικρός. ἀλλ' ὅμως καὶ σοῦ ἐστιν, ὦ πάτερ, λέγειν πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. οἶδας δὲ πῶς ἡμᾶς ἐγκατέλιπον οἱ πολλοὶ τῶν ὁμοταγῶν, ὧν τὰ ὀνόματα ἑκὼν ὑπερβήσομαι, ἀγαπήσαντες τὸν νῦν αἰῶνα. φεῦ τῆς συμφορᾶς, φεῦ τῆς ἥττης· ἐὰν τὸ φῶς, φησί, τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον; καὶ ἐὰν τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσετι; ποτνιώμενος καὶ σφαδάζων φῶ. ταῦτα, πάτερ, ἐπὶ σὲ οὐκ ἔστι διδάξαι. ἐξέλιπεν φυσητήρ, ὁ προφήτης φησίν, εἰς μάτην ἀργυροκόπος ἀργυροκοπεῖ. πόσα ὁ ἱεράρχης ἡμῶν καὶ ἀληθινὸς ποιμήν, πόσας ἡ ἀδελφότης πρὸς ἑαυτήν; καὶ ἕωλα πάντα· μικρὰ προσβολὴ ἐναντίου πνεύματος καὶ αὔτανδρος ἡ ναῦς τῶν ψυχῶν βυθῷ τῆς ἀσεβείας. Ἐκείνοις μὲν δοθείη ὀψέ ποτε ἀνανήξασθαί τε καὶ ἀναμαχήσασθαι τὴν ἧτταν· σὲ δὲ ὁ ἀγαθὸς θεὸς φυλάξειεν ἐναθλοῦντα, κοπιῶντα, εἰς μέγα ὄφελος τῆς αὐτοῦ ἐκκλησίας, εἰς αὔχημα τῆς Βυζαντίδος, εἰς κλέος τῶν μοναστῶν, ἀλλὰ γὰρ καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ τέκνου αὐτοῦ προσευχόμενον, ἵνα σῶος διαμείνοιμι, ἑπόμενος ὑμῖν τοῖς ἁγίοις μου πατράσι. 91 {1Τοῖς Γραμματικοῖς τοῖς δυσὶν ἀδελφοῖσ}1 Οὐδὲν ἰσχύει τὸ γράμμα τὸ ἐμὸν πρὸς παράκλησιν ὀδυνωμένης ψυχῆς, οἵα ἡ ὑμετέρα τῶν ἐμοὶ σεβασμίων πατέρων ἐκ τῆς πείρας καὶ φρουρητικῆς βασάνου τῶν κακούντων. ἀλλ' ὅμως, ἐπειδὴ ῥᾳστώνην τινὰ φέρει τὸ ἐξειπεῖν καὶ ἀκοῦσαι, κατ' ἀμφότερα καλῶς ἔχειν ἔδοξα καὶ νῦν ἐπιστεῖλαι, ὑποδεικνὺς ὑμῖν τὴν ἐνοῦσάν μοι διάθεσιν τῇ πρὸς τὴν σεμνότητα ὑμῶν ἀγάπῃ ἄκρως κεχαρακτηρίσθαι, ἐμμέριμνόν τε εἶναι οὐκ ὀλίγως εἰς τὴν περιφύλαξιν ὑμῶν, ὑπολογιζομένην δι' ἣν αἰτίαν τῶν ἄλλων μόνον ὑμᾶς κατέχεσθαι ἐν τοῖς αὐτόθι ὑπὸ χειρῶν ἀνόμου, δεινὰ ζῆν ποιοῦντος τοὺς τοῦ Κυρίου ὁσίους. ὢ τῆς τοῦ θεοῦ μακροθυμίας, ἀναινομένης τῶν πραττομένων πάντως, ἵνα τῶν πασχόντων τὸ δοκίμιον τῆς πρὸς αὐτὸν πίστεως χρυσίου τιμαλφέστερον γνωρισθῇ, τῶν δὲ δρώντων ἔκκλησις ὁδοποιηθῇ πρὸς μετάνοιαν, εἴτουν ἀναπληρωθῇ τὸ τῶν ἁμαρτιῶν ἀπόκριμα. πάσχοιτε, οἶδ' ὅτι, πατέρες μου, πικρὰ καὶ δύσοιστα (πῶς γὰρ οὔ;), ἔχοντες μὲν δεινὸν τὸν κακοῦντα καὶ τοσοῦτον, ὅσον τῶν πάντων ὑπερβάλλοντα τῇ ἀσεβείᾳ, οὐκ ἔχοντες δὲ ὡς οἱ πολλοὶ τῶν ἀθλούντων τοὺς ἡμεδαποὺς καὶ γνωρίμους, ὅπερ οἶδεν πλεῖστα παραμυθεῖσθαι τοὺς ταλαιπωρουμένους. τί οὖν πρὸς ταῦτα ἐροῦμεν; τὸ ὑμῖν ᾀδόμενον ἐξ ἀποστολικῶν χειλέων ἐναργῶς, οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν εἰς ἡμᾶς. ∆ιὸ μετάδοτε ἡμῖν, ὦ σεβαστοί, τοῖς ἀστηρίκτοις τῆς ἀνδρικῆς ὑμῶν καρτερίας, τονώσατε ἡμῶν τὰς εὐσαλεύτους ψυχὰς ταῖς ἱεραῖς