96
Καρχηδόνος εἰς τὰ Γάδειρά τε καὶ τὰς ἡλίου δυσμὰς κεῖται, ἄλλον τε Ἰωάννην, τῶν ὑπασπιστῶν ἕνα, εἰς τὸν ἐν Γαδείροις πορθμὸν καὶ τὴν ἑτέραν τῶν Ἡρακλείων στηλῶν ἔπεμψεν, τὸ ἐκεῖ φρούριον, ὃ Σεπτὸν καλοῦσιν, καθέξοντα. εἰς δὲ τὰς νήσους, αἵπερ ἐγγύς εἰσι τῆς Ὠκεανοῦ εἰσβολῆς, Μαϊόρικά τε καὶ Μινόρικα, Ἀπολινάριον ἔστελλεν, ἄνδρα ἀγαθὸν εἰς τὰ πολέμια. ἀπέστειλε δὲ καὶ ἐν Σικελίᾳ τινὰς τῶν Λιβυαίων καὶ τῶν Οὐανδήλων τὸ φρούριον λαβεῖν ἐκέλευσεν. οἱ δὲ τοῦτο φυλάσσοντες Γότθοι τῇ μητρὶ Ἀταλαρίχου ταῦτα δῆλα ἐποίησαν. ἡ δὲ γράφει 199 πρὸς Βελισάριον μὴ τοῦτο τυραννίδι λαβεῖν τὸ φρούριον, ἕως ἂν βασιλεὺς Ἰουστινιανὸς γνῷ καὶ τὸ δοκοῦν αὐτῷ ποιήσῃ. ἐν τούτοις ὁ Οὐανδαλικὸς πόλεμος ἐτελεύτα. ὁ δὲ φθόνος, οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίνεσθαι, ὤδινε καὶ εἰς Βελισάριον. τινὲς γὰρ διέβαλον αὐτὸν εἰς τὸν βασιλέα τυραννίδα μελετᾷν. ὁ δὲ βασιλεὺς πέμψας Σολόμωνα ἀποπειρᾶται τὴν Βελισαρίου γνώμην, πότερον σὺν Γελίμερί τε καὶ Οὐανδήλοις εἰς Βυζάντιον ἥκειν, ἤ, αὐτοῦ μένοντος, ἐκείνους στεῖλαι ὧδε· οὐ γὰρ ἔλαθον αὐτὸν οἱ ἄρχοντες οἱ τὴν τυραννίδα ἐπενεγκόντες. ὁ δὲ Βελισάριος εἰς Βυζάντιον ἀφίκετο Σολόμωνα στρατηγὸν Λιβύης καταλιπών. καταλαβὼν δὲ Βελισάριος τὸ Βυζάντιον ἅμα Γελίμερι καὶ τοῖς Οὐανδήλοις γερῶν ἠξιώθη μεγάλων, οἵων ἐν τοῖς ἄνω χρόνοις οἱ Ῥωμαίων στρατηγοὶ ἐν μεγίσταις νίκαις ἀνεδήσαντο. ἑξακοσίων τε χρόνων παρῳχηκότων οὐδεὶς ἐληλύθει εἰς τιμὴν τοιαύτην, εἰ μὴ Τίτος καὶ Τραϊανὸς καὶ ἄλλοι αὐτοκράτορες στρατηγήσαντες ἐπὶ τὸ βαρβαρικὸν ἔθνος ἐνίκησαν. τά τε γὰρ λάφυρα ἐνδεικνύμενος καὶ τὰ τοῦ πολέμου ἀνδράποδα ἐν μέσῃ τῇ πόλει ἐπόμπευσεν, ὃν θρίαμβον καλοῦσι Ῥωμαῖοι, οὐ τῷ παλαιῷ μέντοι τρόπῳ, ἀλλὰ πεζῇ βαδίζων ἐκ τῆς οἰκίας τῆς αὑτοῦ ἄχρις εἰς τὸ ἱπποδρόμιον. ἦν δὲ τὰ λάφυρα, ὅσα δὴ ὑπουργικὰ τῇ βασιλέως τάξει ἀνεῖσθαι εἰώθει, θρόνοι χρυσοῖ, καὶ ὀχήματα, οἷς τῶν βασιλέων αἱ γυναῖκες ὀχοῦνται, κόσμος τε πολὺς ἐκ λίθων ἐντίμων συγκείμενος, ἐκπώματα δὲ χρυσᾶ, καὶ τὰ ἄλλα σύμπαντα, ὅσα εἰς τὴν βασιλέως θοίνην χρήσιμα. ἦν δὲ καὶ ἄργυρος ἕλκων μυριάδας πολλὰς ταλάντων καὶ παντοδαπῶν βασιλικῶν κειμηλίων, ἅπερ Γιζέριχος τὸ ἐν Ῥώμῃ συλήσας παλάτιον ἔλαβεν· ἐν οἷς καὶ τὰ Ἰουδαίων κειμήλια ἦν, ἅπερ ὁ Οὐεσπασιανοῦ Τίτος μετὰ τὴν Ἱεροσολύμων ἅλωσιν εἰς Ῥώμην ἤνεγκεν. ἀνδράποδα δὲ ἦν τοῦ θριάμβου Γελίμερ τε αὐτὸς ἐσθῆτά τινα ἐπὶ τῶν ὤμων ἀμπεχόμενος πορφυρᾶν, καὶ τὸ 200 συγγενὲς ἅπαν, Οὐανδήλων τε ὅσοι εὐμήκεις ἄγαν καὶ καλοὶ τῷ σώματι ἦσαν. ὡς δὲ ἐν τῷ ἱπποδρομίῳ Γελίμερ ἐγένετο τόν τε βασιλέα ἐπὶ βήματος καθήμενον καὶ τὸν δῆμον ἑστῶτα ἐφ' ἑκάτερα μέρη εἶδεν, ἐπιλέγων οὐκ ἐπαύσατο βοῶν· "ματαιότης ματαιοτήτων· τὰ πάντα ματαιότης." ἀφικόμενον δὲ αὐτὸν κατὰ τὸ τοῦ βασιλέως βῆμα τὴν πορφυρίδα περιελόντες πρηνῆ πεσόντα προσκυνῆσαι τὸν βασιλέα ἠνάγκασαν. ὁ δὲ βασιλεύς τε καὶ ἡ αὐγούστα τοῦ Ἰλδερίχου παῖδας καὶ ἐγγόνους πάντας τε τοὺς ἐκ τῆς Οὐαλεντινιανοῦ βασιλέως συγγενείας χρήματα ἱκανὰ ἐδωρήσατο, καὶ Γελίμερι χωρία ἐν Γαλατίᾳ μεγάλα τε καὶ τερπνὰ μετὰ πάντων τῶν συγγενῶν αὐτοῦ ἐν τούτοις οἰκεῖν συνεχώρησεν, εἰς πατρικίου δὲ τάξιν τοῦτον οὐκ ἀνεβίβασε διὰ τὸ μὴ δέχεσθαι αὐτὸν τῆς Ἀρείου δόξης μεταστῆναι. ὁ δὲ Βελισάριος μετὰ τὸν θρίαμβον ὑπάτευσεν, καὶ πάμπολλα χρήματα ἐκ τῆς αὐτοῦ νίκης ὁ δῆμος τοῦ Βυζαντίου ἀπήλαυσεν, ὅσα οὐδέποτε. τοῦ δὲ Σολόμωνος τὴν Λιβύην διέποντος, Μαυρούσιοι πόλεμον κατὰ Λιβύων ἐκίνησαν. οἱ δὲ Μαυρούσιοι ἐκ τῶν ἐθνῶν κατάγονται, οὓς Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐκ τῆς Φοινίκων χώρας ἀπὸ Σιδῶνος μέχρις Αἰγύπτου κατοικοῦντας ἀπήλασεν. οἵ τινες καταλαβόντες τὴν Αἴγυπτον καὶ μὴ δεχθέντες ὑπ' αὐτῶν καταλαμβάνουσι τὴν Λιβύην, καὶ ταύτην παροικήσαντες (ἐν ὑστέρῳ καιρῷ οἱ παρὰ Ῥωμαίοις βασιλεῖς κρατήσαντες Τίγισιν ταύτην ὠνόμασαν) στήσαντες δύο στήλας ἐπὶ τῆς μεγάλης κρήνης ἐκ λίθων λευκῶν