1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

97

μως ὑποσταίης; ἢ οὐκ οἶσθα ὅτι σύνεισιν αἰεὶ φίλοι ταῖς μνήμαις, κἂν τοῖς σώμασιν ἀπολιμπάνωνται; ὡς ἔνιοι συνόντες τοῖς σώμασιν ἀμνημοσύνης αἰτίᾳ τὰς ψυχὰς ἀποδημοῦσιν τοῖς φίλοις. κἀγὼ ἀπεκρινάμην· Μὴ τοίνυν νο- μίσῃς, κύριε, ὅτι τὰ λύπης πάσχειν ἤμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῷ τινι λογισμῷ. ἐπεὶ γὰρ σέ, κύριέ μου, ἀντὶ πάντων ἔχω, πατρός τε καὶ μητρὸς καὶ ἀδελφῶν καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν θεὸν τῆς σῳζούσης ἀληθείας, ἀντὶ πάντων ἔχων σε παραμυθίας τῆς με- γίστης τυγχάνω. πρὸς τούτοις δεδιώς μου καὶ τῆς ἀκμῆς τὴν ἐκ φύσεως ἐπιθυμίαν, ἠγωνίων μήπως ἀπολειφθείς σου, ἄνθρωπος ὢν νεώτερος, ὅπερ νῦν οὕτως ἐνστάσεως ἔχω, κἂν κατά τινα χόλον θεοῦ ἀποστῆναί σου ἀδύνατον, εἰ ἥττων ἐπιθυμίας ἔσομαι. ἀλλ' ἐπειδὴ πολλῷ ἄμεινον καὶ ἀσφαλέστερον συνεῖναί με σοί, τούτῳ ᾧ ὁ νοῦς μου αἰδεῖσθαι εὐλόγως προείληφεν, διὸ πάντοτέ σοι συνεῖναι εὔχομαι. πρὸς τούτοις δὲ μέμνη- μαί σου ἐν Καισαρείᾳ εἰπόντος· Eἴ τις βούλεταί μοι συνοδεῦσαι, εὐσεβῶς συνοδευέτω. εὐσεβῶς δὲ ἔφης τὸ μηδένα λυπεῖν κατὰ θεόν, οἷον ἀπο- λιπὼν γονεῖς, γυναῖκα ὁμόφρονα ἢ ἑτέρους τινὰς τῇ θεοσεβείᾳ προσκει- μένους. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδειός εἰμί σοι συνοδοιπόρος, ᾧ εἰ καὶ τὰ μέγιστα χαρίζῃ, τὰς δούλων μοι ὑπηρεσίας συγχωρεῖς ποι- εῖν. καὶ ὁ Πέτρος ἀκούσας γελοιάζων ἔφη· Τί οὖν οἴει, Κλήμης; μὴ ὑπ' αὐτῆς ἀνάγκης σε εἰς δούλων μοι ταγῆναι τόπον; ἐπεὶ τίς τὰς καλὰς καὶ πολλὰς σινδόνας μετὰ τῶν ἑπομένων μοι δακτυλίων καὶ ὑποδήσεων φυλάξει; τίς δὲ καὶ τὰ ἡδέα καὶ πολυτελῆ ὄψα προετοιμάσει, ἅτινα ποι- κίλα ὄντα πολλῶν καὶ τεχνιτῶν δεῖται μαγείρων, καὶ πάντα ἐκεῖνα ὅσα ἐκτεθηλυμμένων ἀνθρώπων ὡς θηρίῳ μεγάλῳ τῇ ἐπιθυμίᾳ ἐκ πάσης πλεονεξίας πορισθέντα ἑτοιμάζεται; πλὴν ἡ τοιαύτη σε προαίρεσις ὑπεισ- ῆλθεν ἴσως μὴ συνέντα καὶ τὸν ἐμὸν ἀγνοοῦντα βίον ὅτι ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρῶμαι καὶ σπανίως λαχάνοις-καὶ ὅτι ἱμάτιόν μοι καὶ τρι- βώνιον ὑπάρχει τοῦτ' αὐτὸ ὃ περιβέβλημαι καὶ ἑτέρου χρείαν οὐκ ἔχω οὐδὲ ἄλλων τινῶν· ἐν γὰρ τούτοις καὶ περισσεύομαι. ὁ νοῦς γάρ μου τὰ ἐκεῖ πάντα ὁρῶν αἰώνια ἀγαθὰ οὐδὲν τῶν ἐνταῦθα περιβλέπεται. πλήν σου μὲν τὴν ἀγαθὴν προαίρεσιν ἀποδέχομαι καὶ θαυμάζων ἐπαινῶ πῶς ἀνὴρ ἐκ πολυτελῶν ἐθῶν ὑπάρχων ·ᾳδίως τοῖς ἀναγκαίοις τὸν σεαυ- τοῦ ὑπήλλαξας βίον. ἡμεῖς γὰρ ἐκ παίδων (ἐγώ τε καὶ Ἀνδρέας ὁ σύναι- μος καὶ κατὰ θεὸν ἀδελφὸς ὢν ἐμός) οὐ μόνον ἐν ὀρφανίᾳ ἀνατραφέντες. ἀλλὰ καὶ ὑπὸ πενίας καὶ κακουχίας εἰς ἐργατείαν ἐθισθέντες, εὐμαρῶς νῦν τὰς τῶν ὁδῶν φέρομεν σκύλσεις. ὅθεν εἰ ἐπείθου μοι, ἐμοὶ ἂν συγκε- χωρήκεις, ἀνδρὶ ἐργάτῃ, σοὶ τὰ δούλων ἀποπληροῦν μέρη. ἐγὼ δὲ ἀκούσας σύντρομος ἐγενόμην καὶ ἐπίδακρυς οἷον λόγον εἶπεν ἀνήρ, οὗ πάντες οἱ τῆς νῦν γενεᾶς ἄνθρωποι τῷ τῆς γνώσεως καὶ εὐσεβείας λόγῳ ἥττους τυγχάνουσιν. ὁ δὲ ἰδών με σύνδακρυν τῶν δακρύων ἐπύθετο τὴν αἰτίαν. κἀγὼ ἔφην· Τί τοιοῦτον ἥμαρτον, ἵνα μοι τοιοῦτον εἴπῃς λόγον; καὶ ὁ Πέτρος ἀπεκρίνατο· Eἰ μὲν κακῶς εἴρηκα τὸ δουλεῦσαί σοι, σὺ πρῶ- τος ἥμαρτες, τοῦτ' ἐμοὶ ποιῆσαι ἀξιώσας. κἀγὼ ἔφην· Oὐχ ὅμοιόν ἐστιν· ἐμοὶ μὲν γὰρ τοῦτο ποιεῖν πρέπει πάνυ, σοὶ δὲ τῷ τοῦ θεοῦ κήρυκι τὰς