Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
Περιυβρίζοντες ἀνοσίως, καθίκοντο δὲ δυσσεβείας εἰς τοῦτο, καὶ ἀνοσιότητος τρόπων, ὥστε καὶ σταυρῷ παραδοῦναι, καὶ τὸν ἅγιον καὶ δίκαιον ἀρνήσασθαι, καὶ θανάτῳ πειρᾶσθαι περιβαλεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν δικαιοῦντα τὸν ἀσεβῆ· καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἐπιλάμψαντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, ἵνα καταρ- γήσῃ θάνατον, καὶ ἀδρανὲς ἀποφήνῃ τῆς ἁμαρτίας τὸ κέντρον. Τούτων ἕνεκα πάντων ἡ τοῦ παίοντος χεὶρ ἀπομεμένηκεν ὑψηλὴ, καὶ ὁ θυμὸς οὐκ ἀπ- εστράφη ∆έδονται γὰρ ἐς ἐρήμωσιν, πολεμούντων αὐτοῖς Οὐεσπασιανοῦ τε καὶ Τίτου, καὶ ἁπάσης δὲ τῆς Ῥωμαίων χειρὸς, ὅτε καὶ ἄρδην οἱ τάλανες ἀπολώλασιν, κατεμπρησθείσης αὐτοῖς τῆς χώρας, κατασεσεισμένου δὲ αὐτοῦ τοῦ ναοῦ, καὶ πεπτωκότος εἰς ἅπαν, ὥστε λίθον ἐπὶ λίθῳ μὴ ὁρᾶσθαι κείμενον, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ἀνεξικακοῦντος τοί- νυν ἐπὶ τοῖς ἡμῶν πταίσμασι τοῦ φιλοικτείρμονος Θεοῦ τὸ ἀπονοεῖσθαι παγχάλεπον, χρῆναι δέ φημι διὰ παντὸς ἡμᾶς ἐκμειλίσσεσθαι τρόπου λελυπημέ- νον. Καὶ μὴ πλημμελοῦντας εὐεργετεῖ· σώζει δὲ ἀπειθεῖν ᾑρημένους διὰ τὴν αὐτῷ πρέπουσαν ἡμερό- τητα. Μηδεὶς οὖν ἔστω σκληρὸς ἐν ἡμῖν, μήτε μὴν βραδὺς εἰς αἴσθησιν τῶν παρ' αὐτοῦ χαρισμάτων, Ἀλλὰ δι' ὧν ἔγνω καὶ οὐκ ὄντας ἀγαθοὺς εὐεργετεῖν, διὰ τούτων αὐτῶν, ἐς ἐπίγνωσιν τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας ἐρχόμενοι, μεταγινώσκωμεν ἐπὶ τοῖς παρῳχηκόσι. Μεταπλάττωμεν δὲ τὸ ἴδιον θέλημα πρὸς τὸ χρῆναι δουλεύειν αὐτῷ, καὶ τοὺς τῆς ἐπιεικείας ἀνθελέσθαι τρόπους. 9Καὶ ἀφελεῖ Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, πρεσβύ- την καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας· αὕτη ἡ ἀρχή· καὶ προφήτην, καὶ διδάσκοντα ἄνομα· οὗτος ἡ οὐρά. Καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς.9 Ὑψηλὴν ἀπομεῖναι τὴν τοῦ παίοντος χεῖρα λέγων, οὔποτε τὴν θείαν ὀργὴν καταλῆξαι τὴν ἐπ' αὐτοῖς ἀφηγεῖται λαμπρῶς, καὶ ὁποῖός τις ἔσται κατὰ καιροὺς τῆς ἐπενεχθησομένης αὐτοῖς αἰκίας ὁ τρό- πος. Ἀφαιρεθήσεται γὰρ, φησὶν, ἀπὸ Ἰσραὴλ ἐν ἡμέρᾳ μιᾷ, τοῦτ' ἔστι, καθ' ἕνα καιρὸν, δῆλον δὲ ὅτι πάντως που τὸν τοῦ πολέμου τοῦ παρὰ Ῥωμαίων, κεφαλήν τε καὶ οὐράν. Καὶ τί τὸ αἴνιγμα, διερμη- νεύει, λέγων, μέγαν καὶ μικρὸν, τοῦτ' ἔστι, περι- φανῆ τε καὶ ἄσημον. Καὶ τίνες ἂν εἶεν οὗτοι, πάλιν προσαπέδειξε προστιθείς· Πρεσβύτην, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας. Σημαίνει δὲ διὰ τούτων, καθάπερ ἐγῷμαι, τὴν ἱερᾶσθαι λαχοῦσαν φυλὴν, τοῦτ' ἔστι, τοὺς ἐξ αἵματος Λευῒ, οὓς καὶ πρεσβυ- τέρους ὠνόμαζον οἱ ὑπὸ χεῖρα λαοί. Καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ προσπεφωνήκασιν αὐτοῖς, οὕτω 70.269 λέγοντες· "6Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρουόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώ- που ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω ὑμῖν καὶ παντὶ τῷ λαῷ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου."6 Οὗτοι γὰρ οἱ πρεσβύτε- ροι, τὴν τοῦ κρίνειν ἔχοντες ἐξουσίαν, οὐκ ὀρθὰς τὰς ἐφ' ἑκάστῳ τῶν παρ' αὐτοῖς κρινομένων ἐποι- οῦντο ψήφους, δωροδοκοῦντες ἀπλήστως, καὶ τὰ τῶν πλουσίων θαυμάζοντες πρόσωπα, καίτοι τοῦ διὰ Μωσέως κεκραγότος νόμου· "6Κρῖμα δίκαιον κρί- νατε·"6 καὶ τὸ, "6Οὐ λήψῃ πρόσωπον ἐν κρίσει,"6 τι- θέντος πανταχῆ. Αὕτη τοίνυν, φησὶν, ἡ ἀρχή· λε- λόγιστο δὲ καὶ εἰς κεφαλήν. Κεφαλὴ γὰρ λαῶν ἱε- ρεὺς, ὅταν ὡς ἐφ' ἑνὸς νοεῖται σώματος. Συναφαιρε- θήσεσθαι δὲ τῷ πρεσβύτῃ φησὶ καὶ προφήτην καὶ διδάσκοντα ἄνομα. Καὶ τοῦτον εἶναί φησι τὴν οὐρὰν, τοῦτ' ἔστι, τὸ ἑπόμενον. Ἦσαν μὲν γάρ τινες παρὰ τοῖς Ἰουδαίοις, τὸν διὰ τοῦ πανσόφου Μωσέως διερ- μηνεύοντες νόμον· ἔδρων δὲ τοῦτο διεστραμμένως, τοῖς διὰ Μωσέως λόγοις ἐπάγοντες οὐκ ὀρθῶς παρα- δόσεις ἀγράφους, ἐντάλματα ἀνθρώπων καὶ διδασκα- λίας. Οὗτοι τὸν τῶν Ἰουδαίων πεπλανήκασι δῆμον, καὶ γαῦρον ἐγεῖραι κατὰ Χριστοῦ πεποιήκασι τὸν αὐχένα. Ἐπειδὴ τοίνυν εἵποντο καὶ οὗτοι ταῖς τῶν ἱερέων γνώμαις, οἳ καὶ ἐν τάξει τέθειντο τῆς κεφα- λῆς, οὐρὰν ὠνόμασεν αὐτούς. Ὡς γὰρ ἔφην, ὅταν ὡς ἐφ' ἑνὸς νοῶμεν σώματος, ἕπεται πάντως