97
προσαγορεύεσθαι. μετὰ τοῦτον Ἀγέλας μὲν ἔτη λʹ, Εὔδημος δὲ ἔτη κεʹ, Ἀριστομήδης εʹ καὶ λʹ. 210 Οὗτος δὲ τελευτήσας ἀπέλιπεν υἱὸν Τελέστην παῖδα τὴν ἡλικίαν, οὗ τὴν κατὰ γένος βασιλείαν ἀφείλατο θεῖος ὢν καὶ ἐπίτροπος Ἀγήμων, ὃς ἦρξεν ἔτη ιςʹ. μετὰ τοῦτον κατέσχεν Ἀλέξανδρος ἔτη κεʹ. τοῦτον ἀνελὼν Τελέστης ὁ στερηθεὶς τῆς πατρῴας ἀρχῆς ἦρξεν ἔτη ιβʹ. τούτου δ' ὑπὸ τῶν συγγενῶν ἀναιρεθέντος Αὐτομένης μὲν ἦρξεν ἐνιαυτόν, οἱ δ' ἀπὸ Ἡρακλέους Βακχίδαι πλείους ὄντες διακοσίων κατέσχον τὴν ἀρχὴν καὶ κοινῇ μὲν προειστήκεισαν τῆς πόλεως ἅπαντες, ἐξ αὐτῶν δὲ ἕνα κατ' ἐνιαυ τὸν ᾑροῦντο πρύτανιν, ὃς τὴν τοῦ βασιλέως εἶχε τάξιν, ἐπὶ ἔτη ζʹ μέχρι τῆς Κυψέλου τυραννίδος, ὑφ' ἧς κατελύθησαν. Εἰσὶν οὖν οἵδε βασιλεῖς Κορινθίων Ἀλήτης ἔτη ληʹ. Ἰξίων ἔτη ληʹ. οςʹ. Ἀγέλας ἔτη λζʹ. ριγʹ. Πρύμνης ἔτη λέ. ρμηʹ. Βάκχις ἔτη λεʹ. ρπγʹ. Ἀγέλας ἔτη λʹ. σιγʹ. Εὔδημος ἔτη κεʹ. σληʹ. Ἀριστομήδης ἔτη λεʹ. σογʹ. Ἀγήμων ἔτη ιςʹ. σπθʹ. Ἀλέξανδρος ἔτη κεʹ. τιδʹ. Τελέστης ἔτη ιβʹ. ὁμοῦ τκςʹ. Αὐτομένης ἔτος αʹ. τκζʹ. μεθ' οὓς ἐνιαύσιοι πρυτάνεις ἔτη ζʹ. ὁμοῦ υιζʹ. Κορινθίων αʹ ἐβασίλευσεν Ἀλήτης ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυκγʹ. Κορινθίων βʹ ἐβασίλευσεν Ἰξίων ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυξαʹ. Κορινθίων γʹ ἐβασίλευσεν Ἀγέλας ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυζθʹ. 211 Κορινθίων δʹ ἐβασίλευσε Πρύμνης ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφλδʹ. Κορινθίων εʹ ἐβασίλευσε Βάκχις ἔτη λεʹ. ἀφ' οὗ οἱ μετὰ αὐτὸν βασιλεῖς ἐκλήθησαν Βακχίδαι. τοῦ δὲ κόσμου ἦν ἔτος δφξθʹ. Κορινθίων ςʹ ἐβασίλευσεν Ἀγέλας ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχδʹ.
ΣΠΟΡΑ∆ΗΝ Πελασγοὶ βʹ ἐθαλασσοκράτησαν ἔτη πεʹ. Νειλεὺς Πελοποννησίων
καὶ Ἀθηναίων ἡγούμενος εἰς Ἀσίαν ἐλθὼν τὰς Ἰωνίας ᾤκισε πόλεις ἐκβαλὼν τοὺς Κᾶρας. Ὅμηρον τὸν παρ' Ἕλλησι μέγαν ποιητὴν οἱ μὲν πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶ γεγονέναι περικρατήσαντα, οἱ δὲ περὶ Ἐρατοσθένην μετὰ ἔτη ρʹ τῶν Τρωικῶν, οἱ δὲ περὶ Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν μετὰ ἔτη ρʹ, οἱ δὲ περὶ Φιλόχορον ἐπὶ τῆς Ἰωνικῆς ἀποικίας, καθ' ἕνα τῶν διὰ βίου ἀρχόντων Ἀθήνησιν Ἄρχιππον μετὰ τὰ Τρωικὰ ἔτεσιν ρπʹ. οἱ δὲ περὶ Ἀπολλόδωρον τὸν Ἀθηναῖον ὕστερον τῶν Ἰλιακῶν ἔτη σμʹ.ἄλλοι μικρὸν πρὸ τῶν ὀλυμπιάδων ἔτεσι υʹ ἐγγὺς μετὰ Ἰλίου ἅλωσιν, καὶ ἕτεροι κατὰ Ἀρχίλοχον περὶ τὴν κγʹ ὀλυμπιάδα μετὰ ἔτη φʹ που τῆς ἁλώσεως Τροίας· καὶ ἁπλῶς εἰπεῖν ὁ περὶ αὐτοῦ χρόνος πάντη τοῖς πα λαιοῖς ἀσύμφωνος. ΣΠΟΡΑ∆ΗΝ Μυρίνα ἡ παρά τισι Σμύρνα λεγομένη ἐκτίσθη ἐν Ἀσίᾳ. Ἔφεσος ἐκτίσθη ἐν Ἀσίᾳ ὑπὸ Ἀνδρονίκου. Κύμη ἐκτίσθη ἐν Ἰταλίᾳ. Καρχηδὼν ἐπεκτίσθη ὑπὸ Καρχηδόνος τοῦ Τυρίου, ὡς δ' ἄλλοι ὑπὸ ∆ι δοῦς τῆς ἐκείνου θυγατρὸς μετὰ τὰ Τρωικὰ ἔτεσιν ρλγʹ. ἐκαλεῖτο δὲ πρὸ τούτου Ὀριγώ. Τρίτοι ἐθαλασσοκράτησαν Θρᾷκες ἔτη οθʹ. 212 Θρᾷκες ἀπὸ Στρυμῶνος διαβάντες κατέσχον τὴν νῦν Βιθυνίαν, τότε δὲ Βεβρυκίαν καλουμένην. Θρᾷκες ἐθαλασσοκράτουν. Τέταρτοι ἐθαλασσοκράτησαν Ῥόδιοι, κατὰ δέ τινας πέμπτοι, ἔτη κγʹ. Κατὰ δέ τινας Ὅμηρος ἤκμαζε. Φρύγες πέμπτοι ἐθαλασσοκράτησαν ἔτη κεʹ, κατὰ δέ τινας ςʹ.
ΚΟΣΜΟΥ ΕΤΗ Σολομὼν υἱὸς ∆αβὶδ ἐβασίλευσε τοῦ Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος δυοʹ. Αὐτὸς τὸν ἐν Ἱερουσαλὴμ πρῶτον ναὸν ᾠκοδόμησε τῷ βʹ ἔτει τῆς βασι λείας αὐτοῦ, ἔνθα ὁ ∆αβὶδ ὁ πατὴρ αὐτοῦ τὴν Σιὼν ἐπήξατο, σὺν αὐτῷ καὶ βασιλικοὺς οἴκους ἐκπρεπῶς δειμάμενος· πάντας τε τοὺς πλησιοχώ ρους βασιλεῖς δωροφόρους ἐκτήσατο. Οὗτος ἐν σοφίᾳ θείᾳ καὶ ἀνθρωπίνῃ πλούτῳ τε καὶ δόξῃ πάντας τοὺς πρὸ αὐτοῦ ὑπερῆρε, μέγας καὶ θεοφιλὴς ἐν νεότητι φανεὶς ἕως τοῦ παρατρα πῆναι εἰς γυναικομανίαν. οὗ τὴν σοφίαν βασίλισσα νότου πόρρωθεν ἦλθεν ἀκοῦσαι, καὶ πολλοῖς προβλήμασι καὶ αἰνίγμασι τοῦτον πειράσασα πάν των ηὗρεν ἀνώτερον· ὅθεν καὶ τὴν νομικὴν πολιτείαν ἐξ αὐτοῦ μαθοῦσα τὸν ὑπ' αὐτῇ συνετῶς