97
οἰκειοτάτους ἀποκτενοῦμεν, ἄν τε ἡττώμεθα, ἀνάγκη ἀποθνήσκειν. ἃ δὴ ἅπαντα οὐ πρὸς ἡμῶν. εἰ μὲν οὖν καὶ ὑμῖν ταῦτα συνδοκεῖ· εἰ δ' οὖν, ἀλλ' ἡμεῖς γε ἡμᾶς τε αὐτοὺς καὶ τὴν ἀκρόπολιν ἐγχειρίσομεν βασιλεῖ.» οἱ μὲν οὖν τοιαῦτα εἶπον· Λυζικὸς δὲ καὶ ὅσοι ἦσαν τῷ πρεσβυτέρῳ προσκείμενοι βασιλεῖ, οὐκ ἔχοντες ὅ,τι δράσαιεν, ἅμα τοῖς ἄλλοις ἀμνηστίαν αἰτήσαντες εἴ τι προσκεκρούκασι πρὸς βασιλέα, καὶ τυχόντες, παρέδοσαν τὴν ἀκρόπολιν. νδʹ. Καὶ παρελθὼν ὁ βασιλεὺς, καὶ ὅσοι ἦσαν τῶν τὰ 1.273 τοῦ πρεσβυτέρου βασιλέως πραττόντων παραλαβὼν, ἐξῆλθεν εὐθύς. καὶ εἰς βασίλεια ἐλθὼν, ἐβουλεύετο μετὰ τῶν ἐν τέλει, τῶν τε ἀφιγμένων σὺν αὐτῷ καὶ οἳ ἦσαν ἐν Θεσσαλονίκῃ, ὅποι χρὴ τραπέσθαι, ἐπειδὴ τὰ πράγματα ἠνάγκαζον μὴ ἠρεμεῖν. οἱ μὲν οὖν ἄλλοι πάντες εἰς Βέῤῥοιαν ἐβουλεύοντο ἐλθεῖν, ὁ μέγας δὲ δομέστικος Βέῤῥοιαν μὲν ἔλεγεν ἐᾷν, εἰς Ἔδεσσαν δὲ ἐλθεῖν, κἀκεῖθεν εἰς Καστορίαν. προσετίθει δὲ καὶ τὰς αἰτίας, λέγων, ὡς «ὅ, τε δεσπότης ∆ημήτριος καὶ ἔπαρχος ὁ Μονομάχος καὶ ὁ Ῥαοὺλ Ἰσαάκιος τὰς γυναῖκας καὶ παῖδας ἔχοντες ἐν Ἐδεσσηνοῖς, εἰκὸς πάσῃ σπουδῇ χρήσασθαι καὶ μηχανῇ ὥστε κατασχεῖν αὐτὰ, ἅμα μὲν καὶ τῶν γυναικῶν ἕνεκα καὶ τέκνων, ἅμα δ', ὅτι μικρόν τε ὂν τὸ πόλισμα καὶ καρτερὸν ἀπό τε τειχῶν καὶ τῆς τοῦ τόπου κατασκευῆς, ῥᾴδιόν ἐστιν εἰς φυλακήν. κἂν φθάσωσιν αὐτὸ προκατασχεῖν, διαφεύξεται μὲν οὐδ' οὕτω τὸ μὴ ἁλῶναι παρ' ἡμῶν, παρέξει δὲ πολλὴν τὴν δυσχέρειαν καὶ τὴν τριβὴν καὶ τὸν πόνον ἐν τῷ πολιορκεῖσθαι. ἐὰν δὲ νῦν παραγενώμεθα ἡμεῖς, οἱ αὐτόθι δυνατώτατοι καὶ τοὺς ἄλλους ἄγοντες καὶ φέροντες οἷ ἂν βούλωνται, ἐκ πολλοῦ προσκείμενοι ἐμοὶ, ῥᾷστα παραδώσουσι τὸ πόλισμα ἡμῖν· μᾶλλον δὲ καὶ πρὶν ἡμᾶς ἥκειν ἐκεῖ, ἂν βασιλέως τε προστάγματα καὶ γράμματα ἐμὰ πρὸς αὐτοὺς ἥξει, ἐκ παντὸς τρόπου σπουδάσουσι τὰ κελευόμενα ποιεῖν. κἄν τις καὶ τῶν εἰρημένων ἀφίκηται πρὸς αὐτοὺς, οὐκ ἂν εἰσδέξωνται. Καστορίας δὲ καὶ αὐτῆς ὀχυρωτάτης οὔσης διὰ τὸ παντα 1.274 χόθεν περικλύζεσθαι τῇ λίμνῃ, ὁ τοῦ πρωτοβεστιαρίου γαμβρὸς ὁ Ἄγγελος ἄρχει, ὃς ἐμοί τε ἔγγιστα προσήκει κατὰ γένος καὶ πολλὴν ἐμοὶ τὴν εὔνοιαν καὶ τὴν εὐπείθειαν ὀφείλει, ἐκθρεψαμένῳ τε αὐτὸν καὶ τὰ πολέμια διδάξαντι· καὶ διὰ τὴν πρὸς ἐμὲ φιλίαν ῥᾷστα πρωτοβεστιάριον ἂν πρόηται τὸν κηδεστὴν, καὶ ἡμῖν τὴν πόλιν παραδοίη. ταῦτα δὲ ἡμῖν κατασχοῦσιν, αὐτόκλητοι προσχωρήσουσιν οἱ Βεῤῥοιῶται· δοκῶ μοι δὲ, αὐτοὺς καὶ πρὶν ταῦτα εἰς πέρας ἥκειν εἰς τὴν ὑστεραίαν ἢ καὶ τρίτην ἡμέραν ἂν ἐλθεῖν παραδώσοντας τὴν πόλιν.» τοιαῦτα τοῦ μεγάλου δομεστίκου βουλευσαμένου, ὅ, τε βασιλεὺς συνέθετο εὐθὺς, καὶ οἱ ἄλλοι συνεπεψηφίζοντο ἐπαινέσαντες τὴν βουλὴν, καὶ ἐκεκύρωτο τὴν ἐπὶ Ἔδεσσαν ἰέναι. αὐτίκα τε προστάγματα βασιλέως καὶ τοῦ μεγάλου δομεστίκου γράμματα διὰ ταχυδρόμων ἱππέων πρός τε Ἔδεσσαν ἐπέμφθησαν καὶ Καστορίαν. καὶ Ἄγγελος μὲν ὁ Καστορίας ἐπίτροπος εὐθὺς τὴν πόλιν εἶχε διὰ φρουρᾶς, ὡς βασιλεῖ τῷ νέῳ, ὅταν ἀφίκηται, παραδώσων. οἱ δ' ἐν Ἐδέσσῃ δυνατοὶ, οἵ τε Ἄγγελοι Ῥαδίποροι ἐπικεκλημένοι, τρεῖς ὄντες ἀδελφοὶ, καὶ ὁ Λάσκαρις, ἐπεὶ τὰ προστάγματα ἐδέξαντο βασιλέως, μηδεμίαν ποιησάμενοι ἀναβολὴν, ἐπεὶ καὶ ὁ δῆμος Ἐδεσσηνῶν τῆς αὐτῶν ἐξήρτητο γνώμης, τήν τε βασίλισσαν τὴν ∆ημητρίου τοῦ δεσπότου γαμετὴν καὶ τὴν ἐπάρχου τοῦ Μονομάχου καὶ τὴν Ῥαοὺλ περιώρισαν ἐν οἰκίαις, καὶ ἐφύλαττον περιστήσαντες φρουράν. μετὰ μικρὸν δὲ οἱ ἄνδρες αὐτῶν ἐλθόντες, ἐπεὶ εὕρισκον Ἐδεσσηνούς τε αὐτῶν ἀφεστηκότας καὶ εἱρχθείσας 1.275 τὰς γυναῖκας, τραπόμενοι ἔφευγον πρὸς τὸν ἄρχοντα τῶν Τριβαλῶν. ὡς γὰρ ἐπύθοντο ἔτι ἐν Φεραῖς ὄντες, ὡς βασιλεὺς τὴν πρὸς Θεσσαλονίκην φέρουσαν ἐτράπη, ἤλπισαν μὲν οὐδ' ἐπὶ μικρὸν αὐτῷ τὴν πόλιν προσχωρήσειν, ἀσφαλείας δὲ ἕνεκα τοὺς τριακοσίους ἔπεμψαν ὡς τὴν ἀκρόπολιν καθέξοντας· ἐπεὶ δὲ ἐπύθοντο ὡς ἥ τε Θεσσαλονίκη προσεχώρησε βασιλεῖ, καὶ οἱ τριακόσιοι, οἱ μὲν ἀπέθανον, οἱ δ' ἐζωγρήθησαν ὑπὸ τῶν βασιλικῶν, πᾶσαν ἐλπίδα σωτηρίας ἤδη περιαιρεθέντες, πρὶν ἔκπυστα τοῖς πᾶσι γενέσθαι τὰ συμβάντα, τὴν