97
εἰπεῖν. ὁ δὲ ἀκούσας ἐγέλασε, καὶ πέμπει ̓Αρτάβαζον σὺν τῷ εὐνούχῳ, κελεύσας εἰπεῖν αὐτῷ μὴ βιάζεσθαι τοιαύτην γυναῖκα, πείθειν δὲ εἰ δύναιτο, οὐκ εφη κωλύειν. ὁ δὲ ̓Αράσπας ἀκούσας ταῦτα τὸ μὲν ὑπ' αἰσχύνης, τὸ δ' ὑπὸ φόβου τῇ λύπῃ καταβεβάπτιστο. ὁ ουν Κῦρος γνοὺς τοῦτο ἐκάλεσεν αὐτὸν ἰδίᾳ καὶ εφη "παῦσαι, ̓Αράσπα, φοβούμενός τε καὶ αἰσχυνόμενος. ἐγὼ γὰρ θεούς τε ἀκούω ερωτος ἡττᾶσθαι καὶ ἀνθρώπους οιδα καὶ μάλα φρονίμους οια πεπόνθασιν ὑπὸ ερωτος. καὶ σοὶ δὲ τούτου ἐγώ εἰμι αιτιος, ος σε τοιούτῳ ἀμάχῳ συγκαθεῖρξα πράγματι." καὶ ὁ 1.244 ̓Αράσπας ὑπολαβὼν ειπεν "ἀλλὰ σὺ μέν, ω Κῦρε, καὶ 1.244 ταῦτα πρᾷος ει καὶ συγγνώμων τῶν ἀνθρωπίνων ἁμαρτημάτων, ἐμὲ δὲ οἱ αλλοι ανθρωποι καταδύουσι τῷ αχει. οἱ μὲν γὰρ ἐχθροὶ ἐφήδονταί μοι, οἱ δὲ φίλοι συμβουλεύουσιν ἐκποδὼν γενέσθαι, μή τι καὶ πάθω ὑπὸ σοῦ." καὶ ὁ Κῦρος ειπεν "ευ τοίνυν ισθι οτι ταύτῃ τῇ δόξῃ ἐμοί τε χαρίσασθαι δυνήσῃ καὶ τοὺς συμμάχους ὠφελῆσαι." ειθε γάρ" ὁ ̓Αράσπας εφη "γενοίμην σοι χρήσιμος ἐν καιρῷ." "εἰ τοίνυν" εφη "προσποιησάμενος ἐμὲ φεύγειν εἰς τοὺς πολεμίους ελθοις, πιστευθήσῃ ὑπ' ἐκείνων." "ναὶ μὰ ∆ί'" εφη ὁ Ἀράσπας "καὶ ὑπὸ τῶν φίλων." "ελθοις αν τοίνυν" εφη "πάντα ἡμῖν τὰ τῶν πολεμίων ἀγγέλλων." ̓Αράσπας μὲν ουν ουτως ἐξελθὼν καὶ παραλαβὼν τοὺς πιστοτάτους θεράποντας ῳχετο, ἡ δὲ Πάνθεια μαθοῦσα τοῦτο πέμψασα πρὸς τὸν Κῦρον ειπε "μὴ λυποῦ, ω Κῦρε, οτι ̓Αράσπας τοῖς πολεμίοις προσῆλθεν· εἰ γὰρ ἐμὲ ἐάσεις πέμψαι πρὸς τὸν ἐμὸν ανδρα, ηξει σοι φίλος ̓Αράσπου πιστότερος." καὶ ὁ Κῦρος ἐκέλευσε πέμπειν· ἡ δὲ επεμψε. καὶ ὁ ̓Αβραδάτας ὡς εγνω τὰ παρὰ τῆς γυναικὸς σύμβολα, ασμενος πρὸς τὸν Κῦρον ἐχώρησεν. ὡς δ' ην πρὸς τοῖς σκοποῖς, πέμπει πρὸς τὸν Κῦρον εἰπὼν ος ην. ὁ δὲ Κῦρος αγειν αὐτὸν πρὸς τὴν γυναῖκα ἐκέλευσεν. ὡς δ' εἰδέτην ἀλλήλω ἡ γυνὴ καὶ ὁ ̓Αβραδάτας, ἠσπάζοντο ἀλλήλους ἐκ δυσελπίστων. ειτα εφη ἡ Πάνθεια τοῦ Κύρου τὴν ὁσιότητα καὶ τὴν σωφροσύνην καὶ τὴν πρὸς αὐτὴν κατοίκτισιν. ἐκ τούτου ερχεται πρὸς Κῦρον ὁ ̓Αβραδάτας, καὶ λαβόμενος τῆς αὐτοῦ δεξιᾶς ειπεν "ἀνθ' ων ευ πεποίηκας ἡμᾶς, ω Κῦρε, φίλον σοι ἐμαυτὸν δίδωμι καὶ θεράποντα 1.245 καὶ σύμμαχον." καὶ ὁ Κῦρος ειπε "κἀγὼ δέ σε δέχομαι." Ηλθον δὲ τῷ Κύρῳ παρὰ τοῦ ̓Ινδοῦ χρήματα, καὶ οἱ αγοντες αὐτὰ ἀπήγγελλον αὐτῷ οτι ὁ ̓Ινδὸς λέγει ὡς "ηδομαι, ω Κῦρε, οτι μοι περὶ ων ἐδέου ἐδήλωσας, καὶ βούλομαί σοι ξένος ειναι, καὶ πέμπω σοι χρήματα, καν αλλων δέῃ, μεταπέμπου· ἐντέταλται δὲ τοῖς παρ' ἐμοῦ ποιεῖν α αν σὺ κελεύῃς." ὁ δὲ Κῦρος "κελεύω τοίνυν" ειπε "τοὺς μὲν αλλους μένοντας ενθα κατεσκηνώσατε φυλάττειν τὰ χρήματα, τρεῖς δέ μοι ἐλθόντες ὑμῶν εἰς τοὺς πολεμίους ὡς παρὰ τοῦ ̓Ινδοῦ περὶ συμμαχίας, καὶ τὰ ἐκεῖ μαθόντες ο, τι αν λέγωσί τε καὶ ποιῶσιν ὡς τάχιστα ἀπαγγείλατε ἐμοί τε καὶ τῷ ̓Ινδῷ." οἱ μὲν δὴ ̓Ινδοὶ συσκευασάμενοι τῇ ὑστεραίᾳ ἐπορεύοντο, ὁ δὲ Κῦρος τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο μεγαλοπρεπῶς. καὶ γὰρ οἱ Πέρσαι ἱππεῖς εκπλεῳ ηδη ησαν εἰς τοὺς μυρίους, καὶ αρματα δρεπανηφόρα εἰς ἑκατόν, καὶ ὁ ̓Αβραδάτας ετερα κατεσκεύασεν ἑκατόν, καὶ τὰ Μηδικὰ αρματα ετερα συνέστησαν ἑκατὸν μετασκευασθέντα εἰς τὸν αὐτὸν τρόπον ἐκ τῆς Τρωικῆς καὶ Λιβυκῆς διφρείας· καὶ ἐπὶ τὰς καμήλους δὲ τεταγμένοι ησαν δύο ἐφ' ἑκάστην τοξόται. ουτω δὲ διατιθεμένων τῷ Κύρῳ τῶν τοῦ πολέμου ηκον οἱ ̓Ινδοὶ ἐκ τῶν πολεμίων καὶ ελεγον οτι Κροῖσος ἡγεμὼν καὶ στρατηγὸς ῃρηται, καὶ πολλοὶ μὲν βασιλεῖς, πολλὰ δ' εθνη καὶ Ελληνες συμμαχήσειν ἡτοίμασται. ὡς ουν ταῦτα ηκουσεν ὁ τοῦ Κύρου στρατός, ἐν φροντίδι ἐγένετο. ὡς δὲ ῃσθετο ὁ Κῦρος φόβον διαθέοντα ἐν τῇ στρατιᾷ, διειλέχθη αὐτοῖς καὶ μετέβαλε πρὸς τὸ εὐθυμό1.246 τερον. ειτα ειπε "δοκεῖ μοι, ω ανδρες, ἐπ' αὐτοὺς ἰέναι ὡς τάχιστα." καὶ απαντες συνηγόρευον. Κυαξάρης μὲν ουν τῶν Μήδων εχων τὸ τρίτον μέρος κατέμενεν, ὡς μηδὲ τὰ οικοι ερημα ειη, ὁ δὲ Κῦρος ἐπορεύετο ὡς ἠδύνατο τάχιστα. ὡς δ' οἱ προϊόντες σκοποὶ ἐδόκουν μανθάνειν μετεωριζόμενον καπνὸν η κονιορτὸν καὶ