97
γνώμη καὶ βουλευτήριον. βουλὴ, ορεξις ζητητικὴ παρὰ τῶν ἐφ' ἡμῖν πρακτέων γενομένη· βούλεται γὰρ τὶς, εἰ ὀφείλει μετελθεῖν τοῦτο τὸ πρᾶγμα η ου. Βούλησισ. ποιὰ φυσικὴ θέλησις, ηγουν φυσικὴ καὶ λογικὴ ορεξις τινὸς πράγματος. διαφέρει δὲ βούλησις καὶ προαίρεσις· προαίρεσις μὲν γὰρ οὐκ εστι τῶν ἀδυνάτων, βούλησις δ' εστι τούτων· οιον ειτις ειποι βούλεσθαι ἐν τῷ παρόντι αἰῶνι ἀποθανατισθῆναι· τοῦτο γὰρ ἡμῖν ἀρτίως beta.401 ἀδύνατον· καὶ ἡ μὲν βούλησις καὶ περὶ τὰ μὴ δι' ἡμῶν πραττόμενα, ωσπερ αν ειτις ειποι βούλεσθαι τόνδε τὸν ἀθλητὴν νικῆσαι· προαιρεῖσθαι δὲ οὐκ αν τις ἐρεῖ τοῦτο· ἡ γὰρ προαίρεσις ἐπὶ τῶν δι' ἡμᾶς ἀεὶ πραττομένων λέγεται. ετι ἡ μὲν βούλησις μᾶλλον ἐστὶ τοῦ τέλους, ἡ δὲ προαίρεσις τῶν περὶ τὸ τέλος, οιον· ὑγιαίνειν βουλόμεθα, προαιρούμεθα δὲ τὰ δι' ων ὑγιανοῦμεν. †Βόστρα. ἡ πόλις.† *Βολίσ. ἀκόντιον. βολὶς καὶ ἡ ἀστραπή.* Βοή. ἡ μεγάλη φωνὴ καὶ ἡ μάχη. ὡς τό· βοὴν ἀγαθὸς Μενέλαος. Βοῶπισ. ἡ μεγαλόφθαλμος. βοῶπις Ηρα. Βόμβησιν. θρύλλησιν. τοῦ θεολόγου· καὶ τῆς μεγάλης ἐκείνης βομβήσεως. Βοιωτία. ἡ Ευριπος. καὶ Βοιωτεῖς. Βοανεργέσ. υἱοὶ βροντῆς. (Οὐδέτερον.) Βόεια. μεγάλα. ̓Αριστοφάνης· ῥήματ' αν βόεια δώδεκ' ειπε. Βόλινον. κώμη τῆς ̓Αχαΐας πλησίον Πατρῶν. Βόλιτον. βόλβιτον δὲ οἱ Ιωνες. οἱ δὲ αλλοι καὶ ̔Ιππώναξ· βολβίτου κασιγνήτην. καὶ βολίτιον κατὰ παραγωγήν. ειρηται δὲ οἱονεὶ βοὸς λιτὸν, τὸ ἁμάρτημα τὸ κοπρῶδες, καὶ πλεονασμῷ τοῦ ˉβ βόλβιτον. Βομβύλον. σκεῦος στρογγυλοειδές. Βοίδιον. βοΐδιον. Βορόν. βρωτικὸν, ὀξύτατον. beta.402 Βοσόρ. παρ' ̔Εβραίοις τὸ ἀπὸ κόκκου βεβαμμένον ἱμάτιον. Βοτά. τὰ πρόβατα. Βοτηρικὰ κύπελλα. ποτήρια ποιμενικά. Βούτορα. τὰ πλήττοντα τοὺς βόας. Βούδειον. τόπος. καὶ Βουδειανός. Βουκελάτου. αρτου ἐλατοῦ, ος λέγεται κολλίκιον. Βούτομον. ειδος χόρτου. Βούτυρον. τὸ λιπῶδες τοῦ γάλακτος. Βουστάθμιον. τὸ βουστάσιον. Βουκόλημα. θέλγιστρον, ἀποπλάνημα, ἀπάτημα. Βούλευμα. τὸ ιδιον. Βούλημα. τὸ δημόσιον. Βουλευτόν. οὐ τὸ τέλος, ἀλλὰ τὸ πρὸς τὸ τέλος, η ο τῶν πραττομένων ἐφ' ἡμῖν εστι. Βούσυκον. εἰώθασι τῇ προσθήκῃ τοῦ ιππου η τοῦ βοὸς τὸ μέγεθος τοῦ ὑποκειμένου δηλοῦν· ἀπὸ μὲν τοῦ βοὸς, βούσυκον, βούπαις, βούλιμος, ἀπὸ δὲ τοῦ ιππου, ἱπποσέλινον, ἱππογνώμονα, τὸν μεγαλογνώμονα. ( ̔Ρῆμα.) Βοάδει. ὀκνεῖ. Βοηδρομεῖν. μετὰ σπουδῆς παραγίνεσθαι. Βοῇσ. ἀντὶ τοῦ βοᾷς. εστι δὲ δωρικόν· καὶ μηδεὶς οἰέσθω ἀπὸ τοῦ βοᾷς γεγονέναι, ἀλλ' ἀπὸ τοῦ βοάεις κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉε εἰς ˉη, ὡς γελῇς ἀπὸ τοῦ γελάεις, οὐκ ἀπὸ τοῦ γελᾷς. Βολβεῖται. μεγαλοῤῥημονεῖ. Βοράζειν. παρὰ τὸ βορὰ, βοράζω, βοράζειν. beta.403 Βόσκω. παρὰ τὸ βῶ τὸ τρέφω. ὁ μέλλων βόσω, καὶ πλεονασμῷ βόσκω· ὡς τιτρώσω, τιτρώσκω, θνήσω, θνήσκω. ἐξ ου βόσις, ἡ τροφὴ, καὶ συβώτης. Βομβάζειν. φθέγμα ἐπὶ τὸ διασύρειν καὶ τωθάζειν λεγόμενον. Βουκολήσασ. ἀπατήσας. Βουλιμιᾷ. λιμώττει, πεινῇ λίαν. Βουλεύσασ. ἀντὶ τοῦ βουληθείς. Βουλεύοντι. ἀντὶ τοῦ συμβουλεύοντι. Βουλομένῳ. γλιχομένῳ, ἐπιθυμοῦντι. Βουβωνιῶ. φλεγμαίνω τοὺς βουβῶνας. ἐγὼ μὲν ουν εἰς τὸ βαλανεῖον βούλομαι ἀπελθεῖν· βουβωνιῶ γὰρ τὰ νεφρὰ ὑπὸ τῶν κόπων. Βοῶμεν. ὀμόσωμεν. Βοώμενον. ἐπικαλούμενον. Βοῷεν. βοάοιμι βοῷμι, τὸ τρίτον τῶν πληθυντικῶν βοάοιεν βοῷεν. ( ̓Επίῤῥημα.) Βοτρυδόν. ἡ ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς ῥάγες τῶν βοτρύων. Τὸ Β μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.) Βραβεῖσ. οἱ ἐν τοῖς ἀγῶσι κήρυκες. Βραβευτήσ. διοικητὴς, κριτὴς, παροχεύς. βραβευτὴς δὲ οὐ πάνυ τι λέγεται, ἀλλὰ μᾶλλον βραβεύς. Πλάτων· ἐπιστάτας τὲ καὶ βραβέας. beta.404 ἐν δὲ τῷ Πρωταγόρᾳ· βραβευτὴν αἰσχρὸν ειη αἱρεῖσθαι. Βρασμὸς γῆσ. οταν καχλάζῃ μετὰ κινήματος. ἐκτιναγμὸς δὲ, οταν ἀναριπτῆται. Βραδύσ. ὁ ἀργὸς, ὁ μὴ ἀγχίνους. κἀπιλήσμων καὶ βραδύς. παρὰ τὸ βάρος βαρὺς καὶ ἐν ὑπερθέσει τοῦ ˉρ καὶ πλεονασμῷ τοῦ δ βραδύς. Βράσσων. ὁ βραδὺς καὶ βραχύς· ἑκάτερα γὰρ σημαίνει. Βραχίων. οτι βραχύτερός ἐστι τοῦ λοιποῦ μέρους. βραχίων τροπικῶς καὶ ἡ δύναμις. Βραχύσ. κατὰ τροπὴν τοῦ ˉλ εἰς τὸ ˉρ· παρὰ γὰρ τὸ