15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
σχετικῶς, ἀλλὰ τὸ ὅλον ψιλὸν ἄνθρωπον εἶναι τὸ προεληλυθός, διὰ τοῦτο δὴ καὶ φυσικῶς «ἀνα λύεσθαι ὅθεν εἰς τὸ εἶναι προῆλθε»· κοινῶς γὰρ ἀμφότερα ἀπὸ Μαρίας ἤρξαντο τῆς γενέσεως. πλὴν ἐκεῖνο μὲν ὁ τῆς αἱρέσεως προστάτης συνθεὶς αὖθις ἀνέλυσε καὶ τοῖς στοιχείοις κατεμερίσατο, σύνοδον δὲ ἔτι τῶν διαμερισθέντων οὐκ ἔδωκε· τοῦτον δέ, «τὸν ἀπὸ Μαρίας ἀρχόμενόν» φημι, ὁ τῆς περὶ τούτων δόξης καθηγητής, θαυμάσας τῆς γνώμης καὶ τῆς περὶ τὰς ἀρετὰς κατορθώσεως, ὁμοῦ τε ἀνέλυσε καὶ αὖθις συνήγαγε, καὶ τῷ καταπέμψαντι τοῦτον θεῷ ὥσπερ τινὰ φύσιν ἐξαίρετον ᾠκειώσατο, οὐχὶ συναΐδιον, ἀλλ' ἀπὸ Μαρίας ἐσχηκότα τὴν γένεσιν. «Καὶ τὸν κτιζόμενον» φησί «καὶ τὸν γεννώμενον». τούτων δὲ οἱ τρόποι τῶν αἱρέσεων οἵδε. τῶν περὶ τὸν υἱὸν ἡμαρτηκότων καὶ διαμαρτανόντων ὁ μέν τις ἐξ οὐκ ὄντων φησὶ τοῦτον παρῆχθαι κἀντεῦθεν κτίσμα σαφῶς ὁμολογεῖ, ὁ δέ τις γεννᾶσθαι παρὰ τοῦ πατρὸς ἐσαεὶ καὶ ἐντεῦθεν ἀτελῆ τὴν γέννησιν εἶναι· οὔτε γὰρ τὸ κτιζόμενον ἔκτισται οὔτε γεγέννηται τὸ γεννώμενον, ἀλλ' ἐπειδὴ κινήσεις ταῦτα, τὸ γεννᾶσθαι καὶ τὸ κτίζεσθαι, αἱ δὲ κινήσεις ἀτελεῖς (οὔπω γὰρ ἔφθασαν πρὸς ὃ τὴν κίνησιν ἔχουσι), διὰ τοῦτο καὶ ὁ γεννώμενος παρ' αὐτοῖς καὶ ὁ κτιζόμενος ἀτελής· οὔτε γὰρ οὗτος ἀπεγεννήθη οὔτε ἐκεῖνος ἐκτίσθη. ἐπεὶ οὖν ἑκάτερος τῶν προϊσταμένων τῶν τοιούτων δοξῶν ἐνηνθρωπηκέναι λέγει τὸν κύριον, ὁ μὲν «τὸν γεννώμενον», ὁ δὲ «τὸν κτιζόμενον» τὴν οἰκονομίαν πληροῦν οἴεται. Τούτων γοῦν τῶν αἱρέσεων αἱ μὲν δὴ ἔχονταί τινος λόγου, εἰ καὶ μὴ ἀληθοῦς, αἱ δὲ οὐδέν τι τῶν μύθων ἀπέχουσι. διὰ τοῦτο τὰς μὲν ὁμοῦ τε παρεδηλώσαμεν καὶ ἀνῃρήκαμεν, τὰς δὲ εἰάσαμεν ὑπὸ τοῦ οἰκείου σαθροῦ περιτρέπεσθαι· εἰ γὰρ καὶ ταύταις ἀντιρρητικῶς προσηνέχθημεν, δεδώκαμεν ἂν τοῖς πολλοῖς δόξαν ὅτι τοῦ φαινομένου βαθύτερον ἔχουσιν. ὅθεν καὶ ὁ μέγας οὗτος πατὴρ ταύτας τε καὶ τὰς ἑτέρας ὡς αὐτελέγκτους παραδραμών, ἐπὶ τὴν περαίωσιν τοῦ προεκτεθέντος αὐτῷ κεφαλαίου ἐπιχειρηματικῶς καὶ ἐπεξεργαστικῶς ἅμα ἐχώρησεν.
45 [ξ]αʹ. Εἰς τὸ θεολογικὸν ῥητὸν τὸ «ὁ μὲν χαλκοῦς ὄφις»
∆οκεῖ πως ὁ μέγας οὗτος πατὴρ ἐναντία τῷ νόμῳ καὶ τῷ Μωυσῇ φθέγγεσθαι, ἐν οἷς φθέγγεται ὅτι «ὁ» ἀπῃωρημένος «χαλκοῦς ὄφις οὐ τύπος» ἦν τοῦ ἀναρτηθέντος ἐν τῷ σταυρῷ υἱοῦ τοῦ θεοῦ, «ἀλλὰ ἀντίτυ πος»· ὁ μὲν γὰρ Μωυσῆς «κατὰ τὸν τύπον τὸν ἐν τῷ ὄρει δειχθέντα» πάντα πεποιηκέναι φησί, καὶ «ὁ» πᾶς δὲ «νόμος σκιὰ τῶν μελλόντων» ἦν, ὥς φησιν ὁ ἀπόστολος. ὅσα τε γὰρ περὶ θυσιῶν νενομοθέτητο, ὅσα περὶ τρόπου τῶν ὁλοκαυτώσεων, ὅσα περὶ δημιουργίας τοῦ θείου νεώ, τύποι τῶν μελλόντων ἐτύγχανον καὶ αἰνίγματα, καὶ «ἡ βάτος» δὲ καὶ τὸ ἐν αὐτῇ ἀναφλεγόμενον «πῦρ», καὶ ἡ διχῇ τμηθεῖσα «θάλασσα», ἢ κατὰ τὰς τῶν φυλῶν «διαιρέσεις», ὡς ὁ ∆αυὶδ ὑπαινίττεται, «ὅ τε τοῦ πυρὸς στῦλος καὶ ἡ ἐπισκιάζουσα νεφέλη», ὅ τε καταποντιζόμενος Φαραὼ καὶ ὁ σῳζό μενος Ἰσραὴλ τῶν ἀληθῶν πραγμάτων ὑπῆρχον σαφῆ προχαράγματα. ἀλλ' ὁ θεῖος οὗτος ἀνὴρ ἕνα τῶν τύπων προχειριζόμενος, φημὶ δὴ τὸ περὶ τοῦ χαλκοῦ ὄφεως θαῦμα, «οὐ τύπος» ἦν, φησίν, οὗτος «τοῦ ὑπὲρ ἡμῶν παθόντος, ἀλλ' ἀντίτυπος». Τίς μὲν οὖν ὁ τύπος καὶ τί τὸ ἀντίτυπον, προϊόντος τοῦ λόγου ἐροῦμεν σαφέστατα. πρὶν ἢ δὲ τὸν περὶ τοῦ λόγου λόγον διερευνήσασθαι, ἐκεῖνο πρὸς ὑμᾶς εἰπεῖν βούλομαι, ὅτι οὐδέν ἐστιν ἀδύνατον τὸ αὐτὸ καὶ τύπον εἰπεῖν καὶ ἀντίτυπον, ὥστε μὴ τοὺς θεολόγους ἄνδρας ἐναντία δοκεῖν πρὸς ἀλλήλους φθέγγεσθαι·