δὲ τολμητέον ὑποβάλλειν τὸν ἐν 32.28.350 τῷ τόπῳ ζητηθῆναι δυνάμενον. ζητῶ δὲ εἰ ἔνεστιν δοξασθῆναι τὸν θεὸν παρὰ τὸ δοξάζεσθαι ἐν υἱῷ, ὡς ἀποδεδώκαμεν, μειζόνως αὐτὸν ἐν ἑαυτῷ δοξαζόμενον, ὅτε ἐν τῇ ἑαυτοῦ γινόμενος περιωπῇ, ἐπὶ τῇ ἑαυτοῦ γνώσει καὶ τῇ ἑαυτοῦ θεωρίᾳ, οὔσῃ μείζονι <τῆς> ἐν υἱῷ θεωρίας, ὡς ἐπὶ θεοῦ χρὴ νοεῖν τὰ τοιαῦτα, δεῖν λέγειν ὅτι εὐφραί νεται ἄφατόν τινα εὐαρέστησιν καὶ εὐφροσύνην καὶ χαράν, ἐφ' ἑαυτῷ 32.28.351 εὐαρεστούμενος καὶ χαίρων. χρῶμαι δὲ τούτοις τοῖς ὀνόμασιν, οὐχ ὡς κυρίως ἂν λεχθησομένοις ἐπὶ θεοῦ, ἀλλὰ ἀπορῶν τῶν, ἵν' οὕτως ὀνομάσω, ἀρρήτων ῥημάτων, ἃ μόνος αὐτὸς δύναται, καὶ μετ' αὐτὸν ὁ μονογενὴς αὐτοῦ ἐν κυριολεξίᾳ λέγειν ἢ φρονεῖν περὶ αὐτοῦ. 32.28.352 Ἐπεὶ δὲ ἐν τῷ τόπῳ γεγόναμεν τοῦ τὸν θεὸν δοξάζεσθαι ἐν Χριστῷ, παρακειμένως ἂν ζητήσαιμεν πῶς δοξάζοιτο καὶ ἐν τῷ ἁγίῳ πνεύματι καὶ ἐν πᾶσιν οἷς ὤφθη δόξα κυρίου ἢ ὀφθήσεται. 32.28.353 ὅλης μὲν οὖν οἶμαι τῆς δόξης τοῦ θεοῦ αὐτοῦ ἀπαύγασμα εἶναι τὸν υἱόν, κατὰ τὸν εἰπόντα Παῦλον· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης», φθάνειν μέντοι γε ἀπὸ τοῦ ἀπαυγάσματος τούτου τῆς ὅλης δόξης μερικὰ ἀπαυγάσματα ἐπὶ τὴν λοιπὴν λογικὴν κτίσιν· οὐκ οἶμαι γάρ τινα τὸ πᾶν δύνασθαι χωρῆσαι τῆς ὅλης δόξης τοῦ θεοῦ ἀπαύγασμα 32.28.354 ἢ τὸν υἱὸν αὐτοῦ. νῦν οὖν, ὅτε ἡ οἰκονομία τοῦ ὑπὲρ πάντων πάθους τοῦ υἱοῦ τοῦ ἀνθρώπου γίνεται οὐ χωρὶς θεοῦ, «διὸ ὁ θεὸς «αὐτὸν ὑπερύψωσεν»· «Ἐδοξάσθη, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου οὐ «μόνος»· καὶ «ὁ θεὸς γὰρ ἐδοξάσθη ἐν αὐτῷ», καὶ οὕτως δ' ἂν τὰ 32.28.355 κατὰ τὸν τόπον τις διηγήσαιτο. γέγραπται· «Οὐδεὶς ἔγνω τὸν υἱόν, «εἰ μὴ ὁ πατήρ» καὶ εἴρηται· «Καὶ μακάριος εἶ, Σίμων Βαριωνᾶ, «ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ' ἢ ὁ πατήρ μου ὁ οὐ 32.28.356 «ράνιος». ὅσον οὖν οὐκ ἔγνωστο ὁ υἱὸς τῷ κόσμῳ («Ἐν τῷ κόσμῳ «γὰρ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ «ἔγνω»), οὐδέπω ἐν κόσμῳ δεδόξαστο, καὶ ἦν ἡ ζημία τοῦ μὴ δε δοξάσθαι αὐτὸν ἐν τῷ κόσμῳ οὐ τοῦ μὴ δεδοξασμένου ἀλλὰ τοῦ μὴ 32.28.357 δοξάζοντος αὐτὸν κόσμου. ὅτε δὲ ἀπεκάλυψεν ὁ οὐράνιος πατὴρ οἷς ἀπεκάλυψεν ἀπὸ τοῦ κόσμου οὖσιν τὴν τοῦ Ἰησοῦ γνῶσιν, τότε ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τοῖς ἐγνωκόσιν αὐτόν, καὶ δι' ἧς ἐδοξάσθη δόξης ἐν τοῖς ἐγνωκόσιν αὐτόν, περιεποίησεν δόξαν τοῖς ἐγνωκόσιν αὐτόν· οἱ γὰρ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦνται. 32.29.358 Ὅρα δὲ πόθεν "7ἀπὸ δόξης"7 φησί, καὶ ποῦ "7εἰς δόξαν"7· ἀπὸ δόξης τῆς τοῦ δοξαζομένου, εἰς δόξαν τὴν τῶν δοξαζόντων. 32.29.359 ἡνίκα οὖν ἦλθεν ἐπὶ τὴν οἰκονομίαν, ἀφ' ἧς ἔμελλεν ἀνατέλλειν τῷ κόσμῳ καὶ γινωσκόμενος δοξάζεσθαι ἐπὶ δόξῃ τῶν δοξαζόντων αὐ τόν, εἶπεν τὸ «Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου» καὶ ἔτι «Οὐδεὶς «ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ»· ἔμελλεν δὲ ἐκ τῆς οἰκονομίας ἀποκαλύπτειν τὸν πατέρα ὁ υἱός, διὰ τοῦτο· «Καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ». ἢ τὸ «Καὶ ὁ θεὸς ἐδοξάσθη ἐν «αὐτῷ» συνεξετάσεις τῷ «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα τὸν «πέμψαντά με»· θεωρεῖται γὰρ ἐν τῷ λόγῳ, ὄντι θεῷ καὶ εἰκόνι τοῦ θεοῦ τοῦ ἀοράτου, ὁ γεννήσας αὐτὸν πατήρ, τοῦ ἐνιδόντος τῇ εἰκόνι τοῦ ἀοράτου θεοῦ εὐθέως ἐνορᾶν δυναμένου καὶ τῷ πρωτο 32.29.360 τύπῳ τῆς εἰκόνος τῷ πατρί. ἔτι δὲ καὶ οὕτως σαφέστερον ἂν τὰ κατὰ τὸν τόπον λαμβάνοιτο· ὡς διά τινας τὸ ὄνομα τοῦ θεοῦ βλασ φημεῖται ἐν τοῖς ἔθνεσιν, οὕτω διὰ τοὺς ἁγίους, ὧν βλέπεται τὰ καλὰ ἔργα λαμπρότατα ἔμπροσθεν τῶν ἀνθρώπων, δοξάζεται τὸ 32.29.361 ὄνομα τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς. ἐν τίνι οὖν ἐδοξάσθη τοσοῦτον ὅσον ἐν τῷ Ἰησοῦ, ἐπεὶ ἁμαρτίαν οὐκ ἐποίησεν μηδὲ εὑ 32.29.362 ρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, μηδὲ ἔγνω ἁμαρτίαν; καὶ τοιοῦτος 32.29.363 οὖν ὢν ὁ υἱὸς ἐδοξάσθη, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ. εἰ δὲ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, ἀντιδωρεῖται αὐτῷ ὁ πατὴρ τὸ μεῖζον οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου πεποίηκεν· μεῖζον γὰρ τῷ δοξάσαντι τὸν θεόν, ἐλάττονι τὸν διαφέροντα, κατὰ τὸ «Ὁ πατὴρ ὁ πέμψας «με μείζων μου ἐστίν» τὸ δοξασθῆναι τὸν