οὐδὲν τούτων ἀμείνους, ἀλλήλαις ἐπεμβαίνουσαι, καὶ οὐκ εὐσταθεῖς, οὐδὲ τάξει προϊοῦσαι παιδεύσεως. Τί ἂν τὰ καθ' ἕκαστον γράφοιμι; τοιοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, οἷον καὶ ἐπὶ τῶν ἔργων ἐγνώρισα· καὶ εἴ μοι παρῆσάν τινες τῶν τηνικαῦτα συνόντων καὶ ἀκουσάντων, οὐ χαλεπῶς ἂν ἐμαρτύρησαν, οἷς ἐπειδὴ ταῦτα ἐθεασάμην, εὐθὺς ἐφθεγξάμην, «Οἷον κακὸν ἡ Ῥωμαίων τρέφει.» Καὶ προαγορεύσας, καὶ γενέσθαι ψευδόμαντις ἐμαυτῷ κατηυξάμην· κρεῖσσον γὰρ ἢ τοιούτων πλησθῆναι τὴν οἰκουμένην κακῶν, καὶ τοιοῦτον ἀναφανῆναι τέρας, οἷον οὔπω πρότερον· πολλῶν μὲν ἐπικλυσμῶν θρυλουμένων, πολλῶν δὲ ἐμπρησμῶν καὶ βρασμῶν γῆς καὶ χασμάτων, ἔτι δὲ καὶ ἀνδρῶν ἀπάνθρωποι καὶ θηριώδεις ἀλλοκότων τε καὶ συνθέτων φύσεις καινοτομηθεῖσαι. Ταύτῃ τοι καὶ τέλος ἄξιον ἠνέγκατο τῆς ἀπονοίας. Τοιαῦτα μὲν Γρηγόριος περὶ Ἰουλιανοῦ διεξῆλθεν. Ὅτι δὲ καὶ κατὰ Χριστιανῶν λόγους πολλοὺς ἀναλώσαντες τὴν ἀλήθειαν ἐπεχείρησαν βιάσασθαί, τινα μὲν τῶν ἱερῶν γραμμάτων παρατρέψαντες, τὰ δὲ ἐγκαταλέξαντες, πάντα δὲ πρὸς τὸν οἰκεῖον ἐκλαβόντες σκοπὸν, πολλοὶ μὲν πρὸς αὐτοὺς ἀπαντήσαντες ἔδειξαν, ἀνατρέψαντές τε καὶ ἐξελέγξαντες αὐτῶν τὰ σοφίσματα. Πρὸ δὲ ἁπάντων Ὠριγένης, καὶ πολλῷ τῶν Ἰουλιανοῦ χρόνωνἀνώτερος ὢν, τὰ δοκοῦντα ταράττειν τοὺς ἐντυγχάνοντας ταῖς ἱεραῖς βίβλοις ἀνθυπενεγκὼν ἑαυτῷ καὶ ἑρμηνεύσας, τὰς τῶν ἀγνωμονούντων σοφιστικὰς εὑρεσιλογίας ἀπέκλεισεν. Οἷς εἰ μὴ παρέργως ἐντετυχήκασιν Ἰουλιανὸς καὶ Πορφύριος, εὐγνωμόνως τε αὐτὰ ἐδέξαντο, πάντως ἂν εἰς ἕτερά τινα τοὺς λόγους ἔτρεψαν, καὶ οὐκ ἂν εἰς τὸ σοφίσματα βλάσφημα γράφειν ἐτράπησαν. Ὅτι δὲ ὁ βασιλεὺς σκῶψαι ἐπετήδευσε πρὸς τοὺς ἰδιώτας καὶ ἁπλουστέρους τοὺς λόγους ποιούμενος, οὐ μὴν πρὸς τοὺς ἐκ τῶν ἱερῶν γραμμάτων «μόρφωσιν» τῆς ἀληθείας ἔχοντας, ἐκεῖθεν δῆλον ἐστί· λαβὼν γὰρ τὰ ῥήματα, ὅσα χρείας ἕνεκεν οἰκονομικῶς ἐπὶ τοῦ Θεοῦ ἀνθρωπικώτερον τέτακται, καὶ πολλὰ τοιαῦτα ἐπισυνείρας, τέλος ἐπιφέρει κατὰ λέξιν τάδε· Τούτων τοίνυν ἕκαστον, εἰ μὴ λόγος ἐστὶν ἀπόρρητον ἔχων τινὰ θεωρίαν, ὅπερ ἐγὼ νενόμικα, πολλῆς γέμουσιν οἱ λόγοι περὶ αὐτοῦ βλασφημίας. Ταῦτα μὲν ἐν τῷ τρίτῳ αὐτοῦ κατὰ Χριστιανῶν βιβλίῳ αὐταῖς λέξεσιν εἴρηκε. Καὶ ἐν τῷ λόγῳ δὲ αὐτοῦ, ὃν Περὶ Κυνισμοῦ ἐπέγραψε, διδάσκων ὅπως δεῖ τοὺς ἱεροὺς πλάττειν μύθους, φησὶ δεῖν κρύπτειν τὴν περὶ τῶν τοιούτων ῥημάτων ἀλήθειαν, λέγων αὐτοῖς ῥήμασι τάδε· Φιλεῖ γὰρ ἡ φύσις κρύπτεσθαι· καὶ τὸ κεκρυμμένον τῆς τῶν θεῶν οὐσίας οὐκ ἀνέχεται γυμνοῖς εἰς ἀκαθάρτους ἀκοὰς ῥίπτεσθαι ῥήμασι. Φαίνεται δὴ διὰ τούτων ὁ βασιλεὺς ὑπόνοιαν ἔχειν περὶ τῶν θείων γραφῶν, ὡς εἴησαν λόγοι μυστικοὶ ἀπόρρητόν τινα θεωρίαν ἔχοντες· ἀγανακτεῖ δὲ, ἐφ' οἷς μὴ καὶ πάντες τὴν αὐτὴν περὶ τούτων ὑπόνοιαν ἔχουσι· καὶ κατατρέχει τῶν ἐν Χριστιανοῖς ἁπλούστερον δεχομένων τὰ λόγια. Οὐκ ἔδει δὲ τοσοῦτον καταδραμεῖν τῆς ἁπλότητος τῶν πολλῶν, οὐδὲ τυφωθῆναι δι' ἐκείνους κατὰ τῶν ἱερῶν γραμμάτων, οὐδὲ μισῆσαι καὶ ἀποστραφῆναι τὰ καλῶς αὐτῷ νοούμενα, ὅτι μὴ πάντες αὐτὰ ἐνόουν ὡς αὐτὸς ἐβούλετο. Νῦν δὲ, ὡς ἔοικε, τὰ αὐτὰ Πορφυρίῳ πέπονθεν· ἐκεῖνος μὲν γὰρ πληγὰς ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ὑπό τινων Χριστιανῶν εἰληφὼς, καὶ μὴ ἐνεγκὼν τὴν ὀργὴν, ἐκ μελαγχολίας τὸν μὲν Χριστιανισμὸν ἀπέλειπε, μίσει δὲ τῶν τυπτησάντων αὐτὸν εἰς τὸ βλάσφημα κατὰ Χριστιανῶν γράφειν ἐξέπεσεν, ὡς αὐτὸν Εὐσέβιος ὁ Παμφίλου ἐξήλεγξεν, ἀνασκευάσας τοὺς λόγους αὐτοῦ. Ὁ δὲ βασιλεὺς πρὸς τοὺς ἰδιώτας ὑπεροπτικῶς κατὰ τῶν Χριστιανῶν ἐσχηκὼς, ἐκ τοῦ αὐτοῦ πάθους εἰς τὴν Πορφυρίου βλασφημίαν ἀπέκλινεν· ἀμφότεροι οὖν ἑκουσίως δυσσεβήσαντες, ἐν γνώσει ἁμαρτίας τὸ ἐπιτίμιον ἔχουσιν. Ἐπειδὴ δὲ καὶ ὁ σοφιστὴς Λιβάνιος ἐπιχλευάζων, «τὸν ἐκ Παλαιστίνης,» φησὶν, «ἄνθρωπον Θεόν τε καὶ Θεοῦ παῖδα ποιοῦσιν,» ἐκλελῆσθαί μοι δοκεῖ, ὅπως αὐτὸς ἐπὶ τέλει τοῦ αὐτοῦ λόγου τὸν Ἰουλιανὸν ἀπεθέωσε. «Τὸν γὰρ πρῶτον,» φησὶ, «ἄγγελον τῆς τελευτῆς μικροῦ