ἐγένετο, ὥστε καὶ γαμικὸν συνάλλαγμα ποιήσασθαι συνεφώνησαν, πλέον ἐκ τούτου τὸν τῆς ἀγάπης δεσμὸν ἐπισφίγγοντες. τῇ εἰκάδι οὖν τετάρτῃ τοῦ Μαρτίου μηνὸς ἀποστέλλει Ῥωμανὸς Ἰωάννην πρεσβύτηναὐτοῦ οἰκεῖον καὶ πιστότατον ὄντα, καὶ Θεόδωρον τὸν Ματζούκην λεγόμενον, εἰς τὸ παλάτιον, ὑπεραπολογησαμένους ὡς οὐκ ἀνταρσία γέγονεν τὸ παρ' ἐμοῦ διαπραχθέν, ἀλλὰ τὴν τοῦ Φωκᾶ ἐπίθεσιν ὑφορώμενος, καὶ δεδιὼς μήτι νεωτερισθείη παρ' αὐτοῦ εἰς τὸν βασιλέα, τούτου ἕνεκεν ἀνελθεῖν ἐν τῷ παλατίῳ βεβούλευμαι καὶ τὴν φυλακὴν ποιεῖσθαι τοῦ βασιλέως. μὴ συνευδοκοῦντος δὲ Νικολάου πατριάρχου τούτῳ, ἐμηνύθη Ῥωμανῷ παρὰ Θεοδώρου τοῦ ῥηθέντος παιδαγωγοῦ ἐλθεῖν μετὰ τοῦ στόλου παντὸς μέχρι Βουκολέοντος· ὃς μετὰ τῶν σὺν αὐτῷ βουλευσάμενος (τὸ γὰρ ἄγον εἶχεν αὐτὸν) τῇ 300 ἡμέρᾳ τοῦ εὐαγγελισμοῦ τῆς ὑπεραγίας θεοτόκου (πέμπτη δὲ ἦν) ἦλθεν ἅμα τῷ στόλῳ ἔνοπλος ἐν τῷ Βουκολέοντι. καὶ παρευθὺ μὲν Στέφανος μάγιστρος ἐξῆλθεν τοῦ παλατίου, Νικήτας δὲ πατρίκιος ὁ συμπενθερὸς Ῥωμανοῦ ἀνελθὼν ἐν τῷ παλατίῳ ἐξήγαγεν ἐκεῖθεν τὸν πατριάρχην Νικόλαον. ὅρκοις οὖν βεβαιωθέντες οἱ τοῦ παλατίου παρὰ Ῥωμανοῦ ἀπέστειλαν αὐτῷ τὸν τίμιον σταυρόν, καὶ προσκυνήσας αὐτὸν καὶ ὅρκῳ βεβαιώσας αὐτοὺς ἀνῆλθεν μετ' αὐτῶν ἐν τῷ παλατίῳ καὶ ὀλίγων τινῶν, προσκυνήσων τὸν βασιλέα. καὶ εἰσελθὼν μετ' αὐτοῦ ἐν τῷ ναῷ τῷ ἐν τῷ Φάρῳ, καὶ πίστεις αὐτῷ δούς, παρευθὺ προχειρίζεται παρ' αὐτοῦ μάγιστρος καὶ μέγας ἑταιριάρχης. αὐτίκα γοῦν γέγονε θεία κέλευσις πρὸς Λέοντα τῶν Φωκᾶν παρεγγυωμένη μηδαμῶς στάσιν τινὰ ἐννοῆσαι, ἀλλὰ πρὸς ὀλίγον ἐν τῷ ἰδίῳ οἴκῳ ἀναπαύεσθαι. ὡσαύτως καὶ γράμματα ἐκελεύσθη Κωνσταντῖνος παρακοιμώμενος γράψαι, τὰ ὅμοια αὐτῷ παραγγέλλοντα, καὶ μηδὲν ἐναντίον βουλεύσασθαι ἀλλ' ἐν ὑποταγῇ εἶναι τοῦ βασιλέως Κωνσταντίνου. ἀναλαβόμενος ταῦτα Ἀνδρέας πριμικήριος τοῦ βασιλικοῦ βεστιαρίου ἀπεκόμισεν αὐτῷ ταῦτα ἐν Καππαδοκίᾳ ὄντι· καὶ ἀναδεξάμενος ταῦτα, ἀπελθὼν ἐν τῷ ἰδίῳ οἴκῳ, ἡσύχαζεν. τῇ δὲ πέμπτῃ ἑβδομάδι τῶν ἁγίων νηστειῶν, Ἀπριλλίῳ μηνί, δίδοται ἀρραβὼν γαμικῶν συναλλαγμάτων παρὰ Κωνσταντίνου 301 βασιλέως Ἑλένῃ τῇ θυγατρὶ Ῥωμανοῦ, καὶ τῇ τρίτῃ τοῦ πάσχα τῇ λεγομένῃ τῆς Γαλιλαίας εὐλογεῖται καὶ στεφανοῦται ἅμα αὐτῇ παρὰ Νικολάου πατριάρχου, Ῥωμανὸν βασιλεοπάτορα προβαλλόμενος· ἀντ' αὐτοῦ δὲ Χριστοφόρον υἱὸν αὐτοῦ ἑταιριάρχην κατέστησεν. μετ' οὐ πολὺ Λέων ὁ Φωκᾶς μετὰ λαοῦ πλείστου ἀπατηθεὶς παρά τε τινῶν ἀρχόντων καὶ τῶν αὐτοῦ ταγμάτων πρὸς ἀνταρσίαν κινεῖται, καὶ ἀποστείλας ἀνελάβετο εἶναι σὺν αὐτῷ τόν τε παρακοιμώμενον Κωνσταντῖνον, καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλίους καὶ αὐταδελφούς, καὶ Κωνσταντῖνον ἀσηκρῆτις τὸν Μαλελίας, πληροφορῶν ἅπαντας καὶ βεβαιῶν ὡς ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τὴν τοιαύτην ποιεῖται συγκίνησιν. Ῥωμανὸς δὲ ὁ βασιλεοπάτωρ χρυσοβούλλια ποιήσας ἐνυπόγραφα, ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου, τὴν τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκᾶν καταλιμπάνοντες τῷ βασιλεῖ δὲ προσφεύγοντες ὑπὲρ τοῦ βασιλέως εἰσί, δοὺς αὐτὰ Ἄννῃ τινὶ γυναικὶ ἀναιδεῖ καὶ θρασείᾳ, καὶ κληρικῷ τινὶ Μιχαήλ, ἐν τῷ αὐτῷ στρατοπέδῳ ἐξέπεμψεν. οἱ δὲ ταῦτα ἀναλαβόμενοι ἔστειλαν παντὶ τῷ στρατῷ. καὶ ὁ μὲν Μιχαὴλ φωραθείς, παρὰ τοῦ Φωκᾶ ἀνηλεῶς τυφθείς, τήν τε ῥῖναν καὶ τὰ ὦτα ἀπετμήθη· ὃς μετὰ ταῦτα παρὰ Ῥωμανοῦ τῆς προσηκούσης ἔτυχεν ἀμοιβῆς· ὡσαύτως καὶ 302 ἡ σὺν αὐτῷ σταλεῖσα γυνή. πρῶτος ὁ υἱὸς τοῦ Βαρυμιχαὴλ καταλιπὼν τὸν Φωκᾶν τῷ Ῥωμανῷ προσέδραμεν, ἀρχὴ γεγονὼς καταλύσεως τῆς τοιαύτης ἀνταρσίας καὶ τυραννίδος· σὺν αὐτῷ δὲ ὁ Βαλάντιος, τουρμάρχαι ὄντες ἀμφότεροι. Λέων δὲ ὁ Φωκᾶς μετὰ λαοῦ πλείστου ἰσχυρῶς καθωπλισμένου ἐν Χρυσοπόλει καταλαβὼν διέστησε παρατάξεις ἀπὸ τῆς λιθίνης δαμάλεως μέχρι Χαλκηδόνος, τοὺς ἐν τῇ πόλει φοβῶν. ἀποστέλλεται οὖν μετὰ δρόμωνος παρὰ Ῥωμανοῦ Συμεὼν ὁ ἐπὶ κανικλείου, λόγον