97
δικαιοσύνης, τὸ ἁμαρτίας οὐ δεξάμενον σπῖλον, τὸ πάσης κηλίδος ἐλεύθερον. εʹ. "Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασί λευε." Τὴν ὥραν διαγράψας καὶ τὴν σοφίαν, ὑπο δείκνυσι καὶ τὴν δύναμιν καὶ τὴν πανοπλίαν, ᾗ χρησάμενος τοὺς ἐναντίους κατέλυσε. Καὶ τὸ πάν των ἡμᾶς παραδοξότατον πρᾶγμα διδάσκει. Αὐτὴν γὰρ αὐτοῦ τὴν ὥραν, καὶ πανοπλίαν λέγει, καὶ δύναμιν. "Περίζωσαι" γὰρ, "φησὶ, τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου." Καὶ εἰρηκὼς, "Ἔντεινον, καὶ κατ ευοδοῦ, καὶ βασίλευε," εὐθὺς ἐπήγαγεν· "Ἕνεκεν ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης." Σα φῶς διὰ τούτων διδάσκων, ὡς ἡ ἀλήθεια, καὶ ἡ πραότης, καὶ ἡ δικαιοσύνη, καὶ κάλλος αὐτοῦ καὶ δύναμις καὶ πανοπλία ἐστὶ, καὶ νίκη. Ἔστι δὲ ἀκοῦσαι αὐτοῦ τοῦ Κυρίου λέγοντος, "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν." Καὶ πάλιν, "Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή." Καὶ πρὸς τὸν θεσπέσιον Ἰωάννην· "Ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην." Καὶ διὰ τούτων τοῦ ἀλάστορος τὴν τυραννίδα κατέλυσε, καὶ τὸν θάνατον ἔλυσε, καὶ τοῖς πεπιστευκόσι παρέσχε τὴν σωτηρίαν. "Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου." Ἐπειδὴ γὰρ ῥομφαίας ἐμνημόνευσεν, ἀκολούθως καὶ δεξιᾶς ἐποιήσατο μνήμην. ∆εξιὰ δὲ αὐτοῦ, τὰ δεξιὰ βουλεύματα, οἷς κεχρημένος τὴν τῆς ἁμαρτίας οὐκ ἐδέξατο προσβολήν. 80.1192 ʹ. "Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως." Μεθυπέρβατά ἐστι τὰ ῥήματα· λέγει δὲ, ὅτι τοῖς ὀξέσι βέλεσι κατὰ τῶν πολεμίων χρώμενος, ἐκείνους μὲν εὐθυβόλως βαλεῖς, καὶ τὰς καρδίας αὐτῶν κατατρώσεις. Τοὺς δὲ ὑπ' ἐκείνων τυραννουμένους λαοὺς τὴν σὴν διδάξεις προσκύνησιν. Τὰ βέλη σου γὰρ ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Τούτων δὲ τρω θέντων, λαοὶ ὑποκάτω σου πεσοῦνται, προσφέροντές σοι τὴν ὀφειλομένην προσκύνησιν. ∆ιὰ τούτων τὰ κατὰ τὴν ἐνανθρώπησιν γεγενημένα προαγορεύσας ὁ προφητικὸς λόγος, αὐτοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ Λόγου μετὰ ταῦτα διδάσκει τὴν φύσιν. ζʹ. "Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου." Ἐπειδὴ ταπεινότερα τῆς θείας ἦν ἀξίας τὰ ἄνω εἰρημένα, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ διὰ τοῦτο ηὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Εἰκότως διὰ τούτων διδάσκει, ὅτι καὶ Θεός ἐστιν, καὶ αἰώνιος Βασιλεὺς, καὶ οὔτε ἀρχὴν εἰληφὼς, οὔτε τέλος ληψόμενος. Τοῦτο δηλοῖ τὸ αἰώνιον. ∆ιὸ δὴ καὶ ὁ Σύμμαχος αἰώνιον αὐτὸν προσηγόρευσεν, Ὁ θρόνος σου, ὁ Θεὸς, αἰώνιος. ∆ιδάσκει δὲ καὶ τῆς βασιλείας τὸ δίκαιον. "Ῥάβδος γὰρ εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου." Εἶτα πάλιν ἐπὶ τὰ ἀνθρώπεια καταβαίνει. ηʹ. "Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνο μίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου." Ἢ κατὰ τὸν Σύμμαχον, παρὰ τοὺς ἑταίρους σου. Μέτοχοι δὲ αὐτοῦ εἰσὶ, καὶ ἑταῖροι, καὶ ἀδελφοὶ, κατὰ τὴν ἀνθρωπότητα, οἱ πιστεύσαντες. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος λέγει, "Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀπαρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν." Καὶ πάλιν, "Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς." Οὕτω καὶ τῷ παναγίῳ κέχρισται Πνεύματι, οὐχ ὡς Θεὸς, ἀλλ' ὡς ἄνθρωπος. Ὡς γὰρ Θεὸς, ὁμοούσιον ἔχει τὸ Πνεῦμα· ὡς δὲ ἄνθρωπος, οἷόν τι χρίσμα λαμβάνει τοῦ Πνεύματος τὰ χαρίσματα. Οὕτω καὶ ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν. Γνω μικῆς γὰρ ταῦτα αἱρέσεως, οὐ φυσικῆς δυνάμεως· ὡς δὲ Θεὸς, ῥάβδον εὐθύτητος ἔχει τὴν ῥάβδον τῆς βασιλείας. θʹ, ιʹ. "Σμύρνα, καὶ στακτὴ, καὶ κασσία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε. Θυγατέρες βασιλέων ἐν τιμῇ σου." Ἀντὶ δὲ βάρεων ἐλεφαντίνων, Ἀκύλας καὶ Σύμμαχος, ἀπὸ ναῶν ἐλεφαντίνων εἰρήκασιν. Ἱμά 80.1193 τιον δὲ αὐτοῦ τὸ σῶμα καλεῖ, ὥσπερ καὶ ὁ θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους