97
προσευχαῖς, ἱλεώσασθε θεὸν ἐπιταχύναι εἰς συμπάθειαν τῶν ἀπολελωκότων τὴν ὑπομονὴν καὶ τοῦ καιροῦ φροντιζόντων, ἀλλ' οὐ ψυχῶν· καί γε εἰσακούσειεν ὁ Κύριος, ταχεῖαν καὶ μὴ βραδύνουσαν ποιούμενος τὴν ἐπισκοπήν. 92 {1Στεφάνῳ ἀνεψιῷ}1 Ἔμαθον ὡς κρατεῖσαι καὶ αὐτὸς ὑπὸ τῶν δυσωνύμων αἱρετικῶν, ὦ γνησιώτατέ μοι καὶ τιμιώτατε· καὶ ἐλυπήθην μὲν ὅτι ἐξ ἀφορμῆς ἄλλης, ἐχάρην δὲ λίαν ὅτι διὰ Χριστὸν ἡ φυλακή σου. πάντα γὰρ χαρίζονται οἱ νῦν ἀσεβοῦντες, ἀντιλαμβάνοντες ὃ ζητοῦσιν. ἀλλὰ χάρις τῷ ἐνδυναμώσαντί σε Χριστῷ πάντα παριδεῖν ὑπὲρ ἑνὸς μόνου, τοῦ μὴ ἀσεβῆσαι, ὃ γενήσεταί σοι εἰς κλέος ψυχῆς, εἰς δόξαν ἀνθρωπίνην, εἰς ἀρετῆς αὔχημα, εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν. Ἐνέγκωμεν οὖν, ἀδελφέ, τὴν διὰ Κύριον φρουράν, τὴν θλῖψιν, τὴν στενοχωρίαν, ἀνθ' ὧν ἀνατελεῖ σοι εὐφροσύνη αἰώνιος, ζωὴ ἀτελεύτητος. καὶ τανῦν δὲ ἄγγελός ἐστιν ὁ περιέπων σε, ὑφέστιός σοι γιγνόμενος· αἰνοῦσίν σε οἱ γνώριμοι, εὐφημοῦσιν οἱ ὀρθόδοξοι· πάντα σοι εἰς καλὸν συντρέχει καὶ συνδραμεῖται τελειοῦντι ἰσχύει Χριστοῦ τὸν δρόμον. σήμανόν μοι, εἰ δύνῃ, καὶ αὐτὸς τὰ σαυτοῦ διὰ γραμμάτων, προσευχόμενός μοι, ἀδελφέ, ἀνεπιλήστως, ὅτι ἁμαρτωλός εἰμι ὑπὲρ πάντα ἄνδρα. 93 {1Κηροπράτῃ}1 Ἐν ταῖς ἡμέραις ταύταις μέγα φιλίας καὶ εὐσεβείας δεῖγμα χαιρετισμὸς καὶ προσηγορία ψιλὴ εἰς τοὺς διὰ Χριστὸν ἐξωρισμένους, τὸ δὲ καὶ δωρεὰς ἀποστέλλεσθαι πολλοῦ ὅτι μάλιστα τοῦ πόθου καὶ τοῦ θείου ζήλου. τοιοῦτος ὁ ἠγαπημένος μου δεσπότης πρὸς τὴν ταπείνωσίν μου, καὶ αἱ ἀποστολαί σου ἡδεῖαι, φωτὸς ὑπεκκαύματα, σύμβολα τοιαῦτα τῆς κατὰ ψυχήν σου καθαρότητος καὶ τῆς κατὰ τὸ φρόνημα ὀρθοδόξου τηλαυγήσεως. νῦν γάρ, ὡς ὁρᾷς, ἐν νυκτὶ τὰ τῆς ἐκκλησίας καὶ ζάλῃ, καταποντιζούσῃ οὐ σώματα, οὔπω γὰρ τὸ δεινόν, ὅσον τὸ ψυχὰς εἶναι τὰς ἀθανάτους τὰς ναυαγούσας. καὶ ὢ τῆς δεινῆς συμφορᾶς, πυρσοῦ μὴ φαινομένου μηδ' αὖ λιμένος ἐν τοῖς αὐτόθι. Φυλάττου τοιγαροῦν, ἀγαπητέ, κυβερνώμενος ὀρθοδόξως, ἀκαταβαπτίστως ταῖς αἱρετικαῖς τρικυμίαις, εἰς οὐρανὸν ἀνατείνων τὸ ὄμμα, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα τὸν Κύριον τῆς δόξης, ὃν ἀτιμάζειν τολμῶσι δι' ἀτιμίας τῆς ἁγίας αὐτοῦ εἰκόνος οἱ τὰ Ἰουδαίων ἴσα πράττοντες. αὕτη ἡμῶν ἡ μικρὰ προσφώνησις εἰς ἀντίδοσιν ἀγάπης τῇ φιλουμένῃ σου τιμιότητι μετὰ καὶ προσευχῆς ἡμῶν ἁμαρτωλῆς, μὴ ἐχόντων ἄλλο ἀμοιβαῖον δῶρον. 94 {1Λέοντι ἀρωματοπράτῃ}1 Ἐπιστέλλω σοι καὶ ὡς ἀνθρώπῳ τοῦ θεοῦ καὶ ὡς φίλῳ γνησίῳ καὶ ὡς εὐσεβεῖ ἀνδρὶ καὶ ὡς ζηλωτῇ διαπύρῳ. ὁρᾷς οἷα τὰ παρόντα, ὦ φιλότης, οἷον πῦρ ἐμπρῆζον τὴν ἐκκλησίαν τοῦ θεοῦ, δῆλον ὅτι ἐκ τῶν προλαβόντων ὑπεκκαυμάτων ἐξηρτυμένον. ἔφαγεν ἡμᾶς ἡ φλόξ τῆς μοιχείας, ἐδαπάνησεν ἡμᾶς ἡ βολὶς τῆς μοιχοζευξίας, αἱ δι' αὐτάς, φημί, διώξεις καὶ φυλακαί, ποιναί τε καὶ ἐξορίαι καὶ ἀναβρασμοί, προσθείην δ' ἂν οὐκ ἀπεικότως καὶ τὰ πρὸ τούτων ἐπὶ τῶν Σιμωνιανῶν καὶ διὰ τοὺς Σιμωνιανοὺς (οὐ γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ μάστιξιν, ἐξορίαις τε καὶ φυλακαῖς τὰ ἑαυτῆς οἶδεν ἐκδικεῖν), εἶτα πρὸς τούτοις τὰ διὰ τοὺς Παυλικιάνους καὶ κατὰ τῶν Παυλικιάνων. οὐ γὰρ μάχαιραν καὶ ξίφος καὶ μάστιγας ὁ νόμος ὁ ἐκκλησιαστικὸς φέρει κατά τινος· πάντες γάρ, φησίν, οἱ λαβόντες μάχαιραν μαχαίρᾳ ἀποθανοῦνται. ἀλλ' ὅμως ἐπειδὴ ταῦτα πάντα ἐνηργήθη, συνεξελήλυθε καὶ ὁ τῶν κακῶν κολοφὼν ὡς ἐκ μυχῶν τοῦ ᾅδου, ἥδε ἡ χριστομάχος αἵρεσις, πάντας ὀλεθριοῦσα. ὢ ὢ τῶν δεινῶν, καὶ ἡμῖν ἔξεστι λέγειν, οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ οὔτε θυσία οὔτε προσφορὰ οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος. ∆ιὸ παρακαλῶ σου τὴν θεοφιλίαν φυλάττεσθαι τῆς ἀθέου κοινωνίας τῶν αἱρετιζόντων χεῖράς τε ὀρέγειν, καθ' ὅσον οἷόν τε, τοῖς ἀπολλομένοις, ἀλλὰ γὰρ καὶ τοῖς εὐσεβέσιν, ὅπερ σοι καὶ σύνηθες ποιεῖν πάντοτε, ἔργῳ, λόγῳ, ὅτι περὶ ψυχῆς τῆς ἀθανάτου τὸ κινδυνευόμενον. ἂν οὕτω ποιῇς, οἶδ' ὅτι καὶ θεός σοι εἰς ἀσφάλειαν κινδύνου ἔσται ἐπίκουρος, ἀποδιδούς