1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

97

ἐγκεκολαμμένα ἐχούσας γράμματα Φοινικικὰ λέγοντα τάδε· "ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ, υἱοῦ Ναυῆ." ἦσαν δὲ καὶ ἄλλα ἔθνη ἐν Λιβύῃ πρότερον αὐτόχθονες, ἔχοντες βασιλέα 201 Ἀνταῖον εἰς Κλιπέαν, ὃς Ἡρακλεῖ ἐπάλαισεν, ὃν τῆς γῆς υἱὸν ἔφασκον εἶναι, οἵ τινες Καρχηδόνα ἔκτισαν. Σολόμων δὲ λαβὼν ἐκ Καρχηδόνος τὰ στρατεύματα κατὰ Μαυρουσίων ἐχώρει. ἐλθὼν δὲ εἰς Βυζάκιον εἰς Ῥαμμῆς τὸ χωρίον, ἔνθα οἱ Μαυρούσιοι ἐστρατοπέδευσαν κύκλον ἐκ τῶν καμήλων ποιησάμενοι τάς τε γυναῖκας καὶ τοὺς παῖδας ἐντὸς τοῦ κύκλου ἀποθέμενοι, καὶ τοὺς Μαυρουσίους κατ' αὐτοῦ ἐξερχομένους, ἀποβὰς τοῦ ἵππου, πεντακοσίους ἐπιλέκτους ἐπαγόμενος εἰς ἓν τοῦ κύκλου ἐπισκῆψαι μέρος καὶ τὰς καμήλους κτείνειν ἐκέλευσεν. φονεύσας δὲ ἀμφὶ σʹ δρόμῳ εἰς τὸ τοῦ κύκλου μέσον ἐχώρησεν, ἔνθα αἱ γυναῖκες ἐκάθηντο. οἱ δὲ βάρβαροι ἐκπλαγέντες ἐπὶ τὸ ὄρος ἔφυγον σὺν πάσῃ ἀκοσμίᾳ. κτείνονται δὲ Μαυρουσίων ἐν ταύτῃ τῇ ἡμέρᾳ μύριοι. αἱ δὲ γυναῖκες πᾶσαι σὺν τοῖς παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγένοντο. καὶ τούτους λαβόντες σὺν ταῖς καμήλοις καὶ πάσῃ τῇ λείᾳ εἰς Καρχηδόνα εἰσῄεσαν τὴν ἐπινίκιον ἑορτὴν ἄγοντες. οἱ δὲ βάρβαροι πάλιν συναθροισθέντες πανδημεὶ σὺν γυναιξὶ καὶ τέκνοις μηδένα καταλιπόντες ἐστράτευσαν κατὰ Ῥωμαίων καὶ τὰ ἐν Βυζακίῳ χωρία ἐληΐζοντο. Σολόμων δὲ ἄρας κατὰ τάχος πᾶν τὸ στράτευμα ἐπ' αὐτοὺς ᾔει. γενόμενος δὲ ἐν Βουργαρίωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο, διεκόσμησε τὸ στράτευμα ὡς εἰς μάχην. οἱ δὲ Μαυρούσιοι ἐν τῷ ὄρει τῶν Βουργαρίων ἐπὶ πλεῖον ἔμενον εἰς τὸ πεδίον κατελθεῖν μὴ βουλόμενοι. Σολόμων δὲ ἀποστέλλει Θεόδωρον διὰ τῆς νυκτὸς σὺν χιλίοις πεζοῖς καὶ τῶν σημείων τινά, ὅπως εἰς τὸ ὄρος ἐκ τῶν ὄπισθεν αὐτῶν διὰ τῆς νυκτὸς ἀνέλθωσι καὶ ἅμα τῷ ἡλίῳ ἀνίσχοντι * τὰ σημεῖά τε ὕπερθεν ἄραντες κατὰ τῶν πολεμίων χωρήσωσιν. ὁμοίως δὲ καὶ αὐτὸς ὄρθρου βαθέος ἀνελθών, ἅμα κατὰ τῶν πολεμίων ἐχώρησαν. ἰδόντες δὲ οἱ βάρβαροι, ὅτι ἐν μέσῳ τῶν Ῥωμαίων γεγόνασιν, εἰς φυγὴν ὥρμησαν κατὰ κρημνῶν ὠθίζοντες ἑαυτοὺς καὶ ἀναιροῦντες. ἀπέθανον δὲ ἐν τῷ πολέμῳ Μαυρουσίων μυριάδες εʹ, 202 τῶν δὲ Ῥωμαίων τὸ παράπαν οὐδὲ εἷς, οὐ μὴν οὐδὲ πληγήν τινα ἔλαβεν, ἀλλὰ πάντες ὑγιεῖς τὴν νίκην ἤραντο. οἱ δὲ πλεῖστοι τῶν ἀρχόντων αὐτῶν τοῖς Ῥωμαίοις προσερρύησαν. γυναικῶν μέντοι καὶ παίδων τοσοῦτον πλῆθος οἱ Ῥωμαῖοι ἔλαβον, ὥστε προβάτου τιμῆς παῖδα Μαυρούσιον ὠνήσασθαι βουλομένῳ ἀπεδίδοντο. καὶ τότε αὐτοῖς τὸ παλαιὸν λόγιον γυναικὸς μάντιδος ἀπέβη, ὡς ἄρα τὸ πλῆθος αὐτῶν παρὰ ἀνδρὸς ἀγενείου ὄλλυται. ὁ γὰρ Σολόμων εὐνοῦχος ἐκ παίδων παρὰ γνώμην καθέστηκεν ὑπὸ πάθους τὰ γεννητικὰ μόρια ἀποβαλών. λαβὼν δὲ τὴν λείαν πᾶσαν εἰς Καρχηδόνα ὑπέστρεψεν. Ἐν τούτῳ δὲ τῷ χρόνῳ τέρας ἐν τῷ οὐρανῷ συνέβη γενέσθαι. ὁ γὰρ ἥλιος ἀκτίνων χωρὶς τὴν αἴγλην ὥσπερ ἡ σελήνη ἐστύγναζεν ἅπαντα τὸν ἐνιαυτόν· ἐπὶ πλεῖστον δὲ ἐκλείποντι ἐῴκει, οὐ καθαρῶς φαίνων, ὥσπερ εἰώθει. χρόνος δὲ ἦν δέκατος τῆς βασιλείας Ἰουστινιανοῦ. ἐν τούτῳ τῷ χρόνῳ οὔτε πόλεμος, οὔτε θάνατος ἐπιφερόμενος τοῖς ἀνθρώποις ἐπέλειπεν. ἔαρι δὲ ἀρχομένῳ Βελισάριος ἀπεστάλη παρὰ Ἰουστινιανοῦ τὴν Σικελίαν ὑπόφορον ποιῆσαι Ῥωμαίοις. χειμάσαντος δὲ αὐτοῦ ἐν Σικελίᾳ, τῆς ἑορτῆς τοῦ πάσχα καταλαβούσης, ἐστασίασαν οἱ ἐν Λιβύῃ Ῥωμαῖοι κατὰ Σολόμωνος τρόπῳ τοιῷδε· λαβόντες γὰρ τῶν ἀναιρεθέντων Οὐανδήλων τὰς γυναῖκας κατέσχον τοὺς ἀγροὺς αὐτῶν ὡς ἰδίους καὶ τελεῖν τῷ βασιλεῖ τὰ ὑπὲρ αὐτῶν τέλη οὐκ ἤθελον· ὁ δὲ Σολόμων παρῄνει αὐτοῖς μὴ ἀνταίρειν κατὰ τοῦ βασιλέως, ἀλλὰ τὰ ὁρῶντα τούτῳ ἀποδιδόναι. μετέπεσον δέ τινες αὐτῶν, καὶ μάλιστα τῶν Γότθων, πρὸς τὴν Ἀρείου δόξαν, οὓς οἱ ἱερεῖς τῆς ἐκκλησίας ἠφόριζον, καὶ οὐδὲ τὰ τέκνα αὐτῶν βαπτίζειν ἤθελον· ὅθεν ἐν τῇ ἑορτῇ γέγονεν ἡ στάσις. ἐβουλεύσαντο δὲ οἱ στρατιῶται Σολόμωνα ἐν τῷ ἱερῷ κτεῖναι. ἐξελθόντες δὲ τῆς πόλεως ἐληΐζοντο τὰ ἐκείνης χωρία καὶ τοὺς Λίβυας ὡς πολεμίους