Ep. XVI. To Eusebius, Bishop of Cæsarea.
Ep. XVII. To Eusebius, Archbishop of Cæsarea.
Ep. XVIII. To Eusebius of Cæsarea.
Ep. XLI. To the People of Cæsarea, in His Father’s Name.
Ep. XLII. To Eusebius, Bishop of Samosata.
Ep. XLIX. To Basil. (The Praises of Quiet.)
Ep. LXIII. To Amphilochius the Elder.
Ep. CI. To Cledonius the Priest Against Apollinarius.
Ep. CII. Against Apollinarius The Second Letter to Cledonius.
Ep. CLIII. To Bosporius, Bishop of Colonia.
Ep. CLVII. To Theodore, Archbishop of Tyana.
Ep. CLXXI. To Amphilochius, Bishop of Iconium.
Ep. CXCVII. A Letter of Condolence on the Death of His Sister Theosebia.
Ep. CXCVI.
[196] ΕΚΗΒΟΛΙΩΙ
Βοήσομαί τι κατ' ἐμαυτοῦ: καὶ συγγνώμη τῷ ἀλγοῦντι τὰ τοῦ ἀλγοῦντος καὶ φθέγξασθαι. Ὦ σαρκίον πονηρὸν καὶ κακόηθες, οἷά με κακὰ δρᾷς, οἷα ἐργάζῃ: ἐγγὺς ἀνὴρ ὃν καὶ πόρρω τυγχάνοντα μεταδιώκειν τῶν ἀναγκαίων, τῆς τε ἀρχικῆς ἀρετῆς εἵνεκα καὶ τῆς ἄλλης ἡμερότητος. Σὺ δὲ πονηρῶς ἔχεις καὶ σχεδὸν ἀκινήτως, καὶ περιορᾷς ἄλλους τοῦ ἀγαθοῦ μεταλαμβάνοντας, ἡμᾶς δὲ ζημιουμένους. Τὰ μὲν οὖν τῆς κατηγορίας τοιαῦτα. Ἐπεὶ δὲ οὐκ ἐξαρκεῖ τὸ ἀποδύρασθαι μόνον ἃ πάσχομεν, ἀλλὰ δεῖ καί τινος φαρμάκου πρὸς τὴν πληγήν, τοῦτο ἐξεύρομεν, τὸ θαρρῆσαι τῇ ἐπιστολῇ ταύτῃ καὶ τοῖς γράμμασι σκιαγραφῆσαι τὴν παρουσίαν. Εἰ δὲ καὶ τὸ εὖ ποιεῖν ἡμᾶς ἐπιζητεῖς, βρύων τὸ ἀγαθόν, προσάγομεν θαρροῦντες οἰκίαν ἐλεεινὴν καὶ φιλανθρωπίας ἀξίαν, χήραν μετ' ὀρφανῶν ἔτι θερμῶν ἐν τοῖς δάκρυσι, τήν τε ἀδελφιδῆν τὴν ἐμὴν λέγω καὶ τοὺς ταύτης παῖδας οἵ, πατρὸς ἀγαθοῦ γεγονότες καὶ πολλὰ μὲν βασιλεῦσι καμόντος ἐν ὅπλοις οὐκ ἀνωνύμως, ἀλλὰ καὶ λίαν λαμπρῶς, πολλὰ δὲ τοῖς ἄρχουσιν ὑμῖν ὑπουργήσαντος (εἴ τινα Νικόβουλον ἀκούεις), κινδυνεύουσι νῦν πάσχειν τὰ χαλεπώτατα. Μετὰ γὰρ τὴν τῶν φίλων ἔκδοσιν καὶ τοὺς ὅρκους ἐκείνους, οὓς ἐπὶ τῇ ἐξετάσει ὑπέστησαν, νῦν πάλιν ἐπηρεάζειν ἐπιχειροῦσι τοῖς ὀρφανοῖς.