τοὺς παριόντας ὁδόν, τοὺς εὐθύνοντας τὰς ἑαυτῶν τροχιάς, διὰ τοῦ σχήματος αὐτῆς καὶ τοῦ βίου παντὸς δηλονότι λέγουσα· Τίς ἐστιν ὑμῶν ἀφρονέστατος; ἐκκλινάτω πρός με. Ἐνδεέσι δὲ φρονήσεως παρακελεύεται λέγουσα· ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ, τὴν ἐπίκλοπον ταύτην Ἀφροδίτην λέγει. 3.11.72.1 Ἐντεῦθεν ὠφελημένος ὁ Βοιώτιος Πίνδαρος γλυκύ τι φησὶν κλεπτόμενον μέλημα Κύπριδος. Ὃ δὲ οὐκ οἶδεν ἄθλιος ὅτι γηγενεῖς παρ' αὐτῇ ὀλοῦνται, καὶ ἐπὶ πέτευρον Ἅιδου συναντᾷ. Ἀλλὰ ἀποπήδησον, φησίν, μὴ χρονίσῃς ἐν τῷ τόπῳ ὁ παιδαγωγός, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν. Οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ τὸν Ἀχέροντα. 3.11.72.2 ∆ιὰ τοῦτο τάδε λέγει κύριος διὰ Ἡσαΐου· Ἀνθ' ὧν ἐπορεύθησαν αἱ θυγατέρες Σιὼν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶ παίζουσαι, καὶ ταπεινώσει ὁ θεὸς τὰς θυγατέρας Σιὼν καὶ ἀνακαλύψει τὸ σχῆμα αὐτῶν, τὸ ἄσχημον σχῆμα. 3.11.73.1 Ἐγὼ μὲν οὐδὲ τὰς θεραπαίνας ἀξιῶ τὰς ἐπ' ἀριστερᾶς ταῖς γυναιξὶν ἢ τὰς ἑπομένας αὐταῖς αἰσχρολογεῖν ἢ αἰσχροεργεῖν, σωφρονίζεσθαι δὲ αὐτὰς πρὸς τῶν δεσποινῶν· σφόδρα γοῦν ἐπιτιμητικώτατα ὁ κωμικὸς Φιλήμων φησίν· 3.11.73.2 Ἐξιὼν γυναικὸς ἐξόπισθ' ἐλευθέρας βλέπω μόνην θεράπαιναν κατόπιν ἀκολουθεῖν καλὴν ἐκ τοῦ Πλαταιικοῦ τε παρακολουθοῦντά τινα ταύτῃ κατιλλώπτειν. 3.11.73.3 Ἀναστρέφει γὰρ ἐπὶ τὴν δέσποιναν ἡ τῆς θεραπαίνης ἀκολασία, ἐπιβάθραν ἐνδιδοῦσα τοῖς πειρῶσι τὰ ἥττονα τοῦ μὴ εὐλαβεῖσθαι τὰ μείζονα, διὰ τοῦ συγγιγνώσκειν τοῖς αἰσχροῖς τὸ μὴ καταγιγνώσκειν ἐμφαινούσης τῆς δεσποίνης. Τὸ δὲ μὴ ἐπαγανακτεῖν τοῖς ἀκολασταίνουσιν σαφὲς γίνεται τεκμήριον γνώμης εἰς τὸ ὅμοιον ἐκτρεπομένης. Οἵα γὰρ δέσποινα, φασὶν οἱ παροιμιαζόμενοι, τοιάδε χἀ κύων. 3.11.73.4 Ἀποσκορακιστέον δὲ ἡμῖν καὶ τοῦ περιπάτου τὸ μανιῶδες, τὸ δὲ σεμνὸν καὶ τὸ σχολαῖον ἐκλεκτέον, οὐ τὸ βάδισμα τὸ μελλητικόν, οὐδὲ τὸ ἐν ταῖς ὁδοῖς σαλεύειν καὶ ἐξυπτιάζοντα παραβλέπειν εἰς τοὺς ἀπαντῶντας, εἰ ἀποβλέπουσιν εἰς αὐτόν, καθάπερ ἐπὶ σκηνῆς ἐμπομ3.11.73.5 πεύοντα καὶ δακτυλοδεικτούμενον. Οὐδὲ ὑπὸ οἰκετῶν ἀναστρέφεσθαι χρὴ πρὸς τὸ σιμὸν ὠθουμένους, ὥσπερ τοὺς τρυφητικωτέρους ὁρῶμεν, ἐρρωμένους εἶναι δοκοῦντας, ὑπὸ μαλακίας δὲ ψυχικῆς διατεθρυμμένους. Ἀνδρὸς δὲ γενναίου σημεῖον οὐδὲν εἶναι δεῖ περιφανὲς ἐν τῷ προσώπῳ μαλακίας, ἀλλ' οὐδὲ ἐν ἑτέρῳ μέρει τοῦ σώματος. 3.11.74.1 Μὴ τοίνυν μηδὲ ἐν κινήσεσιν μηδὲ ἐν σχέσεσιν εὑρεθείη ποθ' ἡ ἀσχημοσύνη τῆς ἀνανδρίας. Οὐδὲ μὴν καθάπερ 3.11.74.2 ὑποζυγίοις τοῖς οἰκέταις χρηστέον τῷ ὑγιαίνοντι. Ὡς γάρ τοι ἐκείνοις παραγγέλλεται παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς ὑποτάσσεσθαι, φησὶν ὁ Πέτρος, οὕτως ἡ ἰσότης καὶ ἡ μακροθυμία καὶ ἡ φιλανθρωπία τοῖς δεσπόταις εὐάρμοστος. Τὸ γὰρ τέλος, φησί, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ταπεινόφρονες καὶ τὰ ἐπὶ τούτοις, ἵνα εὐλογίαν κληρο3.11.74.3 νομήσητε. Καλήν τινα καὶ ἀξιέραστον ὑπογράφειν ὁ Κιτιεὺς ἔοικεν Ζήνων εἰκόνα νεανίᾳ καὶ οὕτως αὐτὸν ἀνδριαντουργεῖ· ἔστω, φησί, καθαρὸν τὸ πρόσωπον, ὀφρὺς μὴ καθειμένη, μηδὲ ὄμμα ἀναπεπταμένον μηδὲ διακεκλασμένον, μὴ ὕπτιος ὁ τράχηλος, μηδὲ ἀνιέμενα τὰ τοῦ σώματος μέλη, ἀλλὰ τὰ μετέωρα ἐντόνοις ὅμοια, ὀρθόνους πρὸς τὸν λόγον ὀξύτης, καὶ κατοκωχὴ τῶν ὀρθῶς εἰρημένων, καὶ σχηματισμοὶ καὶ κινήσεις μηδὲν ἐνδιδοῦσαι 3.11.74.4 τοῖς ἀκολάστοις ἐλπίδος. Αἰδὼς μὲν ἐπανθείτω καὶ ἀρρενωπία· ἀπέστω δὲ καὶ ὁ ἀπὸ τῶν μυροπωλίων καὶ χρυσοχοείων καὶ ἐριοπωλίων ἄλυς καὶ ὁ ἀπὸ τῶν ἄλλων ἐργαστηρίων, ἔνθα ἑταιρικῶς κεκοσμημένοι, ὥσπερ αἱ ἐπὶ τέγους καθεζόμεναι, διημερεύουσι. 3.11.75.1 Μὴ τοίνυν μηδὲ οἱ ἄνδρες ἐπὶ τῶν κουρείων καὶ