98
τοῦ ἱεροῦ ἀνεῖλον μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· ὕστερον δὲ καὶ αὐτὸν τὸν κληρονόμον ἔξω τοῦ ἀμπελῶνος ἐκβαλόντες ἀπέκτειναν. Καὶ παρ' αὐτοῖς μὲν ὡς λίθος ἀχρεῖος ἀπεβλήθη, παρ' ὑμῶν δὲ ὡς ἀκρογωνιαῖος ἐδέχθη· διὸ λέγει περὶ ὑμῶν· «Λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μου.» ∆εῖ οὖν ὑμᾶς, ἀδελφοί, τοὺς τῷ τοῦ Χριστοῦ ἐξηγορασμένους τιμίῳ αἵματι, τὰς ἡμέρας τοῦ πάσχα ἀκρι βῶς ποιεῖσθαι μετὰ πάσης ἐπιμελείας μετὰ τροπὴν ἰσημε ρινήν, ὅπως μὴ δὶς τοῦ ἐνιαυτοῦ ἑνὸς παθήματος μνείαν ποιῆσθε, ἀλλὰ ἅπαξ τοῦ ἔτους τοῦ ἅπαξ ἀποθανόντος, μηκέτι παρατηρούμενοι μετὰ Ἰουδαίων ἑορτάζειν. Oὐδεμία γὰρ κοινωνία ἡμῖν νῦν πρὸς αὐτούς· πεπλάνηνται γὰρ καὶ αὐτὴν τὴν ψῆφον, ἣν νομίζουσιν ἐπιτελεῖν, ὅπως πανταχόθεν ὦσιν πεπλανημένοι καὶ τῆς ἀληθείας ἀπεσχοινισμένοι. Ὑμεῖς δὲ φυλάσσεσθε ἀκριβῶς τὴν ἰσημέριον τροπὴν τῆς ἐαρινῆς ὥρας, ἥτις γίνεται δευτέρᾳ καὶ εἰκάδι τοῦ δωδεκάτου μηνός, ὅς ἐστι ∆ύστρος· ἐπιτηροῦντες ἕως πρώτης καὶ εἰκάδος σελήνης, ὅπως μὴ ἐν ἑτέρᾳ ἑβδομάδι ἐμπέσοι ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης, καὶ πλάνης γενομένης ἀγνοίᾳ δὶς τοῦ ἐνιαυτοῦ ἐπιτελέσωμεν τὸ πάσχα, ἢ ἐν ἄλλῃ ἡμέρᾳ ἑορτάσωμεν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀναστάσιμον ἡμέραν, ἀλλ' ἐν κυριακῇ μόνῃ. Ἐν ταῖς ἡμέραις οὖν τοῦ πάσχα νηστεύετε, ἀρχό μενοι ἀπὸ δευτέρας μέχρι τῆς παρασκευῆς καὶ σαββάτου, ἓξ ἡμέρας, μόνῳ χρώμενοι ἄρτῳ καὶ ἁλὶ καὶ λαχάνοις καὶ ποτῷ ὕδατι, οἴνου δὲ καὶ κρεῶν ἀπέχεσθε ἐν ταύταις· ἡμέραι γάρ εἰσι πένθους, ἀλλ' οὐχ ἑορτῆς. Τὴν μέντοι παρασκευὴν καὶ τὸ σάββατον ὁλόκληρον νηστεύσατε, οἷς δύναμις πρόσεστιν τοιαύτη, μηδενὸς γευόμενοι μέχρις ἀλεκτο ροφωνίας νυκτός· εἰ δέ τις ἀδυνατεῖ τὰς δύο συνάπτειν ὁμοῦ, φυλασσέσθω κἂν τὸ σάββατον. Λέγει γάρ που αὐτὸς ὁ Κύριος περὶ ἑαυτοῦ φάσκων· «Ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.» Ἐν ταύταις οὖν ἤρθη ἀφ' ἡμῶν ὑπὸ τῶν ψευδω νύμων Ἰουδαίων καὶ σταυρῷ προσεπάγη καὶ μετὰ ἀνόμων ἐλογίσθη. ∆ιὸ παραινοῦμεν καὶ ὑμῖν νηστεύειν ταύτας, ὡς καὶ ἡμεῖς ἐνηστεύσαμεν ἐν τῷ ληφθῆναι αὐτὸν ἀφ' ἡμῶν, ἄχρις ἑσπέρας. Ἐν δὲ ταῖς λοιπαῖς ταῖς πρὸ τῆς παρασκευῆς ἐνάτῃ ὥρᾳ ἢ ἑσπέρᾳ ἕκαστος ἐσθιέτω, ἢ ὅπως ἄν τις δύνηται, ἀπὸ δὲ ἑσπέρας πέμπτης μέχρις ἀλεκτορο φωνίας ἀπονηστιζόμενοι. Ἐπιφωσκούσης μιᾶς σαββάτων, ἥτις ἐστὶ κυριακή,