λειμών,ἡ ἄση δὲ τὸν Ἀσαῖον. (ῃ. 299) Σημείωσαι δὲ καὶ ὅτι τὸ «τίνα πρῶτον, τίνα δ' ὕστατον» ἀπειρίαν τινὰ ὑποδηλοῖ, ὡς μήτε ἀρχῆς μήτε πέρατος ὑπεμφαινομένων τῷ τῶν πιπτόντων ἀριθμῷ, καὶ ὡς ταὐτόν ἐστι κατ' ἀλληγορίαν τὸ τὸν ποιητὴν τῆς Μούσης πυθέσθαι καὶ τὸ ἑαυτὸν ἐρωτῆσαι, εἴπερ Μοῦσα ἡ παρὰ τῷ ποιητῇ γνῶσις ὑπονοεῖται, καὶ ὅτι πλείων ἡ τοῦ Ἕκτορος ἀριστεία κατά τε τῶν ἡγεμόνων καὶ τοῦ ὁμίλου, εἰ καὶ Ὅμηρος τῇ μεθόδῳ σεμνότερον τὸν βασιλέα ποιεῖ. δῆλον γὰρ ὡς ἡγεμόνας μὲν ὁ Ἕκτωρ οὐκ ἐλάττους τῶν ὑπὸ τῷ βασιλεῖ πεσόντων ἀναιρεῖ, πληθὺν δὲ πλείονα. Εἰ δὲ χρὴ καὶ ἄλλως ἀκριβέστερον ἐπιβαλεῖν, εἰς μὲν τὴν τῶν ἀρίστων ἀναίρεσιν μᾶλλον τὸν βασιλέα σεμνύνει ὁ ποιητὴς ἤπερ τὸν Ἕκτορα. τοὺς μὲν γὰρ τοῦ βασιλέως διερρητόρευσε καὶ πλατικῶς ἔφρασε, τοὺς δὲ ὑφ' Ἕκτορι πεσόντας ἡγεμόνας γοργότατα ἔφρασε πρὸς μόνον ὄνομα, ἐπὶ δέ γε τῆς πληθύος μᾶλλον ἐσέμνυνε τὸν Ἕκτορα, εἴπερ ἐπὶ μὲν τοῦ βασιλέως εἶπεν ἁπλῶς ὅτι ἐπεπωλεῖτο στίχας ἀνδρῶν ἔγχεϊ καὶ ξίφει καὶ χερμαδίοις μὴ προσθεὶς καί, εἰ ἐφόνευσέ τινας, (ῃ. 305) ἐπὶ δὲ τοῦ Ἕκτορος ἔφη, ὅτι πληθὺν εἷλεν, ἤγουν ἀνεῖλεν, «ὡς ὅτε νέφεα Ζέφυρος στυφελίζει» καὶ ἑξῆς, ὡς μετ' ὀλίγα κεῖται. σεμνὼ οὖν ἄμφω τὼ ἄνδρε καὶ οὐκ ἔστι ῥᾳδίως δοῦναι θατέρῳ τὴν κατὰ θατέρου ἐνταῦθα ὑπεροχήν. (ῃ. 299) Ἰστέον δὲ καὶ ὅτι τὸ «ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν Ἕκτωρ» σεμνότερόν ἐστι κατ' ἔννοιαν τοῦ «τίς δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν». (ῃ. 305-9) Ὅτι ἡγεμόνας μὲν ∆αναῶν ἠριθμημένους τινὰς εἷλεν, ὅ ἐστιν ἀνεῖλεν, ὁ Ἕκτωρ, ἐννέα γάρ, ὡς προσεχῶς δεδήλωται, «αὐτὰρ ἔπειτα πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξει, ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων, πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ' ἄχνη σκίδναται ἐξ ἀνέμοιο 3.1 πολυπλάγκτοιο ἰωῆς. ὣς ἄρα πυκνὰ καρήατα ὑφ' Ἕκτορι δάμνατο λαῶν». Καὶ ὅρα ὅπως τε τὸ δεινὸν τῆς παραβολικῆς ἐννοίας τραχείαις διόλου ὁ ποιητὴς ἔφρασε λέξεσι, καὶ ὅτι, καθάπερ εἰ ἐκ θαλάσσης ἦν ἡ παραβολή, κύμασιν ἂν ἐμέτρει τὸ τῆς πληθύος πυκνόν, οὕτως ἄνωθεν λαβὼν παραβολήν, ἐκεῖθεν καὶ τὸ πλῆθος ἐμέτρησε, παραβαλὼν αὐτὸ νεφῶν πυκνότητι. (ῃ. 305) Ἰστέον δὲ ὅτι τὸ «στυφελίξει» ποιητικὴ μὲν λέξις ἐστίν, ἐκ τῶν κάτω δὲ ἄνω μετῆκται. δηλοῖ δὲ τὸ στρυφνῶς ἢ ἐστυμμένως, ὅ ἐστι στυφέως, ἑλίσσειν. (ῃ. 306) Τὸ δὲ «ἀργέσταο», εἰ μέν ἐστι κύριον ἀνέμου, προπαροξύνεται, ὡς τὸ Ἀτρείδαο, Αἰήταο, ἀπὸ εὐθείας τῆς, ὁ Ἀργέστης, εἰ δὲ ἐπίθετον Νότου ἐστί, προπερισπᾶται ὡς ἀπὸ τοῦ ἀργεστής. καὶ δηλοῖ τὸν ταχὺν ἢ τὸν λευκὸν Νότον, ὃν καὶ συνθέτως οἱ σοφοὶ Λευκόνοτόν φασι. Παρασημειοῦνται δὲ οἱ παλαιοί, ὡς οὐ δύναται παρ' Ὁμήρῳ τὸ ἀργέστης ἀνέμου κύριον εἶναι, οὐ μόνον διὰ τὸ κακοσύντακτον, ἀλλὰ καὶ διὰ τὸ τέσσαρας ἀνέμους εἰδέναι μόνους τὸν Ὅμηρον, Νότον, Εὖρον, Βορέαν καὶ Ζέφυρον. Ὁ δὲ Γεωγράφος φανερῶς ἄνεμον καὶ τὸν Ἀργέστην οἶδεν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. φησὶ γοῦν ὅτι ἐναντίος ὁ Ἀργέστης τῷ Εὔρῳ ἀπὸ χειμερινῶν ὄντι ἀνατολῶν. ἀλλαχοῦ δὲ ἀπ' ἐναντίας τοῖς ἐνταῦθα λεχθεῖσιν εἰς ταὐτὸν ἄγει Ζεφύρῳ τὸν Ἀργέστην, λέγων δυσαῆ Ζέφυρον λέγεσθαι τὸν ὑφ' ἡμῶν καλούμενον Ἀργέστην. ὑφ' οὗ τὰ συναγόμενα νέφη, ἀσθενῆ ὄντα, ὁ Ζέφυρος εἴωθε διασκιδνάναι. Ὅρα δὲ ὥσπερ ἐπὶ νεφῶν τὸ στυφελίζειν, οὕτω τὸ τύπτειν ἐπὶ λαίλαπος ἐλέχθη ἐμπιπτούσης ὕδατι βιαίως, ἣν βαθεῖάν φησιν ἢ ὡς βυσσόθεν ταράσσουσαν τὸ τυπτόμενον, ἢ μᾶλλον οἷα πολὺν ἀέρα ταράττουσαν καὶ εἰς βάθος ἱκνουμένην αὐτοῦ. (ῃ. 307) Πολλὸν δὲ κῦμα τὸ μέγα, οὐ γὰρ ἐπὶ ἀριθμοῦ νῦν κεῖται ἡ λέξις ἀλλ' ἐπὶ μεγέθους, ὁποῖον καὶ τὸ «πολλὸς γάρ τις ἔκειτο», ἀντὶ τοῦ μέγας. Τὸ δὲ «τρόφι» ἀντὶ τοῦ τρόφιμον, ἤτοι στάσιμον, πεπηγός, ὡς καὶ τοῦ τρέφειν, καθὰ καὶ προεδη 3.2 λώθη, ἐπὶ τοιαύτης τιθεμένου σημασίας, ἐπειδὴ συνέχει τὸ σῶμα καὶ συμπήγνυσιν ἡ τροφή. Ἀποκοπὴν δὲ ἔχει τὸ τρόφι ἐκ τοῦ τρόφιμον ὡς ἀπὸ τοῦ κρίμνου τὸ κρῖ. Ἄλλως γὰρ οὐδὲν ὄνομα οὐδέτερον Ἑλληνικὸν εἰς ἰῶτα λήγει δίχα τοῦ μέλι καὶ τοῦ τί. [Πρόσκειται τὸ Ἑλληνικὸν διὰ τὸ