98
στρατιὰν ὅση ἦν ἀναλαβόντες, προσχήματι μὲν ᾔεσαν ὡς ἐπὶ Θεσσαλονίκην, ὡς οὔπω ἑαλωκυῖαν περιποιήσοντες, ἵνα μὴ δοκοῖεν ἐκλιπόντες Φερὰς καὶ τὰς ἄλλας τῆς Μακεδονίας πόλεις φεύγειν· τῇ δ' ἀληθείᾳ, ὡς ἕκαστος χωρήσοντες οἷ ἂν αἵ τε γυναῖκες καὶ τὰ τέκνα ᾖ. ἐπεὶ δὲ ἐξελθόντες ἀπὸ Φερῶν εἴχοντο ὁδοῦ ὅσοι τε ἐκ Θεσσαλονίκης συνεστρατεύοντο αὐτοῖς, ἐπεὶ ἐπύθοντο ἑαλωκυῖαν, ἀποστάντες αὐτῶν, ἐχώρησαν πρὸς βασιλέα· καὶ οἱ Βεῤῥοιῶται τὰ ἐν Βοδηνοῖς πυθόμενοι συμβάντα, ταὐτὰ τοῖς ἐκ Θεσσαλονίκης ἐποίουν· τό, τε συστρατευόμενον αὐτοῖς ὑπήκοον Ῥωμαίοις στράτευμα Μυσῶν ἤδη καὶ ἐνεωτέρισε φανερῶς. ἐντυχόντες γὰρ τοῦ πρωτοβεστιαρίου βοσκήμασι πολλοῖς, διήρπασαν αὐτὰ, αὐτοῦ παρόντος καὶ προσεποίησαν ἑαυτοῖς. ἐπιχειροῦντι δὲ ἀνασώζειν τὰ διαρπασθέντα, 1.276 οὐ μόνον οὐκ ἐπείθοντο, ἀλλὰ καὶ τῶν σκευοφόρων αὐτοῦ τινα ἀφείλοντο τὸν ἵππον, ἔργῳ διδάσκοντες ὡς εἰ μὴ ἀγαπῴη, χωρήσοντες καὶ κατ' αὐτοῦ. ἥ τε λοιπὴ ἅπασα στρατιὰ καὶ οἱ ἐκ τῶν ἑσπερίων πόλεων παρόντες δυνατοὶ, τῶν βασιλέως πραγμάτων ἤδη φανερῶν γεγενημένων, ἐκλιπόντες τοὺς στρατηγοὺς, πάντες ἦλθον ὡς αὐτόν. δείσας δὲ ὁ πρωτοβεστιάριος εἰς Ἀχρίδα ἐλθεῖν, ἐκεῖ γὰρ ἦν καταθέμενος τὴν γυναῖκα καὶ τὰ τέκνα, ὅτε κατὰ βασιλέως ἅμα τῷ στρατεύματι ἐχώρει, ἅμα δεσπότῃ καὶ τοῖς· λοιποῖς, εἰς πεντήκοντα καὶ ἑκατὸν ὄντες, ἐχώρησαν πρὸς Κράλην τὸν ἄρχοντα τῶν Τριβαλῶν. Φεραῖοι δὲ, ὅσοι ἦσαν ἐκ Βυζαντίου δεσπότῃ καὶ τοῖς ἄλλοις ἑπόμενοι στρατηγοῖς, ἐπεὶ ἐλείποντο ἐκεῖ ἀναχωρούντων, πάντα συσχόντες, τὰ ὄντα μὲν διήρπασαν αὐτοῖς, αὐτοὺς δὲ ὑπὸ δεσμοῖς ἤγαγον ὡς βασιλέα. βασιλεὺς δὲ ἐπεὶ ἐδέδοκτο τὴν ἐπὶ Ἔδεσσαν ἰέναι, ἐξελθὼν Θεσσαλονίκης, δευτεραῖος ἦλθεν εἰς αὐτά. οἱ Ἐδεσσηνοὶ δὲ ἐξελθόντες πανδημεὶ, προσεκύνησάν τε βασιλέα καὶ τὸ πόλισμα παρέδοσαν. τὰ μὲν οὖν ἄλλα ᾗ αὐτῷ ἐδόκει διῴκει ὁ βασιλεύς· ὅσα δὲ ἦν αὐτόθι χρήματα δεσπότῃ καὶ τοῖς ἄλλοις στρατηγοῖς, ἃ μὲν ἂν ᾖ ἴδια ταῖς γυναιξὶ, ταῦτ' ἔχειν προσέταξεν αὐτὰς, καὶ μηδένα ἀδικεῖν, ἃ δ' ἂν ᾖ τῶν ἀνδρῶν, αὐτῷ μηνυθῆναι, ὡς ἂν αὐτὸς διαγνῷ περὶ αὐτῶν. αἱ μὲν οὖν ἄλλαι τὰ ἴδια μεμηνύκεσαν καὶ τὰ τῶν ἀνδρῶν, βασίλισσα δὲ ἡ τοῦ δεσπότου γαμετὴ, δείσασα μὴ τὰ χρήματα ἀφαιρεθείη, ὀλίγα μὲν ἐκ τῶν ἐνόντων ἐποίησε φανερὰ, τὰ 1.277 πλείω δὲ μοναχῷ τινι παρακατέθετο φυλάττειν. καὶ διέλαθόν γε ἄχρι καιροῦ· ἔπειτα φωραθέντος τοῦ μοναχοῦ μετὰ χρόνον τινὰ ὑπὸ τῶν ἐπιτροπευόντων ἐν ἐκείνοις τοῖς χωρίοις, ἄλλοτε ἄλλα διηρπάσθη. ἐπεὶ δὲ ἀνηνέχθη τῷ βασιλεῖ περὶ τῶν χρημάτων, τά τε ἴδια καὶ τὰ τῶν ἀνδρῶν προσέταξεν ὁ βασιλεὺς ἔχειν τὰς γυναῖκας, ὡς ἂν ἔχοιεν καὶ τοῖς ἀνδράσι χορηγεῖν ἐπὶ τῆς ξένης· αὐτὰς δὲ ἐκ Βοδηνῶν ἀχθῆναι εἰς Θεσσαλονίκην, κἀκεῖθεν εἰς ∆ιδυμότειχον, ἵν' ἐκεῖ συνδιάγοιεν τῇ βασιλίδι. καὶ ἐπληροῦτο τὰ κεκελευσμένα. νεʹ. Εἰς τὴν ὑστεραίαν δὲ ἀπάρας ἐξ Ἐδέσσης, ἦλθεν εἰς Καστορίαν· καὶ εἰσεδέξατο αὐτὸν ὁ ταύτης ἐπιτροπεύων Ἄγγελος χαίρων, καὶ παρέδωκε τὴν πόλιν. ἦν γὰρ δὴ καὶ πρότερον τὴν ἄφιξιν προσδεχόμενος αὐτοῦ, ἐξ ὅτου πρὸς αὐτὸν ἐκ Θεσσαλονίκης προστάγματά τε ἐκείνου καὶ τοῦ μεγάλου δομεστίκου γράμματα ἐπέμφθη, καὶ τὴν πόλιν εἶχεν ἐν φυλακῇ ἕνεκα αὐτοῦ. μεταξὺ δὲ τὴν πρὸς Καστορίαν ὁδεύων ὁδὸν, τόν τε Βοησίλαν τῶν Μυσῶν δεσπότην καὶ Βρυέννιον τὸν μέγαν δρουγγάριον καὶ Ἐξώτροχον τὸν μέγαν ἑταιρειάρχην ἅμα δισχιλίοις ἱππεῦσι στρατιώταις ἀπολεξάμενος, τὴν πρὸς Ἀχρίδα ἐκέλευσεν ἰέναι, εἴ πως δυνηθεῖεν τὸν πρωτοβεστιάριον φθάσαντες παρελθεῖν εἰς αὐτήν. καὶ βαδίσαντας συντόνως, ἐπεὶ προτεραίᾳ ἦλθον, εἰσεδέξαντο αὐτοὺς οἱ Ἀχριδηνοὶ ἀνοίξαντες τὰς πύλας· ἤδη γὰρ ἅπαντα ἀφίσταντο πρὸς βασιλέα τὸν νέον, καὶ ἀναγκάζοντος μηδενός· πρωτοβεστιάριος δὲ ἐπεὶ ὑστέρησε, πυθόμενος ἑαλωκυῖαν τὴν Ἀχρίδα, 1.278 τὰς σωζούσας ἐλπίδας ἀπογνοὺς, ηὐτομόλησε μετὰ τῶν ἄλλων εἰς Κράλην. καὶ ἐπεχείρουν πείθειν αὐτὸν, πόλεμον ἄρασθαι πρὸς βασιλέα, εἴ πως δι' αὐτοῦ δυνηθεῖεν ἀναμαχέσασθαι τὴν ἧτταν. καὶ πεισθεὶς αὐτοῖς, ἦλθεν ἄχρι μεθορίων τῆς