98
ἀνθρώπους ὁρᾶν χιλὸν καὶ ξύλα λαμβάνοντας, εικαζον ειναί που πλησίον τῶν πολεμίων τὸ στράτευμα, καὶ τῷ Κύρῳ κατήγγελλον. ὁ δὲ ἐκείνους μὲν ἐκέλευσεν ἐπὶ ταῖς σκοπαῖς μένοντας ο,τι αν ὁρῷεν ἀπαγγέλλειν, τάγμα δ' ἱππέων επεμψεν εἰς τὸ πρόσθεν, ινα τινὰς συλλάβοιεν. οι καταδραμόντες εἰς τὸ πεδίον συνέλαβον ἀνθρώπους καὶ ηγαγον. καὶ ελεγον οἱ συλληφθέντες ὡς ἐκ τοῦ στρατοπέδου ειεν. καὶ ὁ Κῦρος "πόσον" εφη "απεστιν ἐντεῦθεν τὸ στράτευμα;" οἱ δ' ελεγον ὡς δύο παρασάγγας. καὶ προσεπήρετο "ἡμῶν δὲ λόγος τις ην παρ' αὐτοῖς;" "ναὶ νὴ ∆ί'" εφασαν, "καὶ πολύς γε, ὡς ἐγγὺς ηδη ητε προσιόντες." "τί ουν;" εφη ὁ Κῦρος, "καὶ εχαιρον ἀκούοντες ἡμᾶς ἰόντας;" "οὐ μὰ ∆ί'" ειπον ἐκεῖνοι, "ἀλλὰ καὶ μάλα ἠνιῶντο." "τίς δὲ ὁ τούτους τάσσων ἐστίν;" ὁ Κῦρος ειπεν. οἱ δέ "αὐτός τε Κροῖσος" ἀπεκρίναντο "καί τις Ελλην ἀνὴρ καὶ Μῆδός τις, ος ἐλέγετο φυγὰς ειναι παρ' ὑμῶν." καὶ ὁ Κῦρος πρὸς τοῦτο "ἀλλ', ω Ζεῦ, λαβεῖν μοι γένοιτο αὐτὸν ὡς ἐγὼ βούλομαι." τοὺς μὲν ουν αἰχμαλώτους ἀπάγειν ἐκέλευσεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ καὶ ὁ πεμφθεὶς πάλαι κατάσκοπος, ὁ ̓Αράσπας δηλαδή, ἀγγέλλεται προσελαύνων. ὁ μὲν ουν Κῦρος ὡς ηκουσεν, ἀναπηδήσας ὑπήντα αὐτῷ καὶ ἐδεξιοῦτο, οἱ δ' αλλοι τῷ πράγματι ἐξεπλήττοντο, εως ὁ Κῦρος εφη "ανδρες φίλοι, ηκει ἡμῖν ἀνὴρ αριστος, ος οὐκ 1.247 αἰσχροῦ τινος ἡττηθεὶς ῳχετο ὡς ἐμὲ δεδιώς, ἀλλ' ὑπ' ἐμοῦ πεμφθείς, οπως μαθὼν τὰ τῶν πολεμίων σαφῶς ἡμῖν ἐξαγγείλειε. δεῖ ουν πάντας τοῦτον τιμᾶν. ἐπὶ γὰρ τῷ ἡμετέρῳ ἀγαθῷ καὶ ἀτιμίαν ὑπέσχε καὶ ἐκινδύνευσεν." ἐντεῦθεν πάντες ἠσπάζοντο τὸν ̓Αράσπαν. καὶ ὁ Κῦρος "διηγοῦ" εφη, " ̓Αράσπα, ὁπόσα ἑώρακας." κἀκεῖνος διηγεῖτο τό τε πλῆθος τῶν πολεμίων καὶ τὸν τόπον τῆς παρατάξεως καὶ τὰ τῶν ἐναντίων βουλεύματα. καὶ ὁ Κῦρος ἀπελθεῖν εκαστον ἐκέλευσε καὶ τά τε οπλα καὶ τοὺς ιππους ἑαυτῶν ἐπισκέψασθαι, εωθεν δὲ πρὸς πόλεμον ἑτοιμάσασθαι. Τότε μὲν ουν ἀπῆλθον· τῇ δ' ὑστεραίᾳ ἐξωπλίζοντο εκαστοι, καὶ ὁ ̓Αβραδάτας, κλήρῳ λαχὼν ἀντίος τετάχθαι τοῖς Αἰγυπτίοις. ὁπλιζομένῳ δὲ προσῆγεν ἡ Πάνθεια χρυσοῦν κράνος καὶ περιβραχιόνια καὶ ψέλλια περὶ τοὺς καρποὺς τῶν χειρῶν καὶ χιτῶνα ποδήρη πορφύρεον καὶ λόφον ὑακινθινοβαφῆ, α αὐτὴ πεποίηκε τῷ ἀνδρί. ὁ δὲ ἰδὼν εφη "σὺ δήπου, ω γύναι, συγκόψασα τὸν σαυτῆς κόσμον τὰ οπλα μοι ἐποιήσω;" "νὴ ∆ί'" εφη ἡ Πάνθεια· "σὺ γὰρ εμοιγε μέγιστος κόσμος ει." καὶ ταῦτα λέγουσα ἐνέδυε τὸν ανδρα τὰ οπλα, καὶ λανθάνειν κλαίουσα ἐπειρᾶτο, ἐλείβετο δὲ τὰ δάκρυα κατὰ τῶν αὐτῆς παρειῶν. ὡς δὲ ηδη ἐπὶ τὸ αρμα ἀναβῆναι ἡτοίμαστο ὁ ̓Αβραδάτας, ἀποχωρῆσαι κελεύσασα τοὺς παρόντας ἡ Πάνθεια ειπεν "οτι μέν, ω ̓Αβραδάτα, καὶ τῆς ἑαυτῆς προτιμῶ σε ψυχῆς, οιμαί σε γινώσκειν· ομως ουτως εχουσα πρὸς σέ, ἐπόμνυμι τὴν ἐμὴν καὶ σὴν φιλίαν η μὴν βούλεσθαι μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου κοινῇ γῆν ἐπιέσασθαι μᾶλλον η ζῆν μετὰ αἰσχυνομένου αἰσχυνομένη. καὶ Κύρῳ δὲ δοκῶ μεγάλην ἡμᾶς 1.248 χάριν ὀφείλειν, οτι μοι γενομένῃ αἰχμαλώτῳ καὶ ἐξαιρεθείσῃ αὐτῷ ουτε ὡς δούλῃ ἐχρήσατο ουτε ὡς ἐλευθέρᾳ ἐν ἀτίμῳ ὀνόματι, διεφύλαξε δέ σοι ωσπερ ἀδελφοῦ γυναῖκα λαβών. πρὸς δὲ καὶ οτε ̓Αράσπας ἀπέστη ἀπ' αὐτοῦ ὁ ἐμὲ φυλάσσων, ὑπεσχόμην αὐτῷ, ει με ἐάσειε πρὸς σὲ πέμψαι ωστε σε ηξειν, πολὺ ̓Αράσπου καὶ πιστότερόν σε καὶ ἀμείνονα εσεσθαι." ἡ μὲν ουν ταῦτα ειπεν, ὁ δὲ ̓Αβραδάτας ἀγασθεὶς τοῖς λόγοις ἐπηύξατο "δός μοι, ω Ζεῦ, φανῆναι ἀξίῳ μὲν Πανθείας ἀνδρί, ἀξίῳ δὲ Κύρου φίλῳ." ταῦτ' εἰπὼν ἐπὶ τὸ αρμα ἀνέβαινεν. Ὁ δὲ Κῦρος συγκαλέσας τοὺς ἡγεμόνας ἐδημηγόρησε παραθαρρύνων αὐτοὺς εἰς τὸν πόλεμον, καὶ ουτως ὡρμᾶτο ἀπιέναι. ἐπεὶ δὲ προσήγγισαν τοῖς ἀντιπολέμοις ὡς ἀλλήλους ὁρᾶν, συνέταξε τοὺς οἰκείους ὁ Κῦρος ὡς κάλλιστα, καὶ παριὼν τὰς τάξεις λόγοις τοὺς ανδρας πρὸς τὴν μάχην παρέθηγεν. ὁ δὲ Κροῖσος τὴν αὐτοῦ στρατιὰν ἀντίαν στήσας πρὸς τὸ τοῦ Κύρου στράτευμα, ἐσήμαινεν αὐτοῖς πρὸς τοὺς πολεμίους πορεύεσθαι. καὶ προσῄεσαν τρεῖς φάλαγγες, ἡ μὲν μία κατὰ πρόσωπον, τῶν δὲ δύο ἡ